15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
Γρηγόριος· περὶ γὰρ τοῦ κυριακοῦ σώματος λέγων ἐπάγει ταυτί· σῶμα τὸ τριχῇ διαστατὸν ἐν περιγραφῇ πέφυκεν, εἰ καὶ τῇ πρὸς τὸ θεῖον ἑνώσει τὸ ὑπερφυὲς κατεπλούτησε, τῆς φυσικῆς ἀπολέσαν μηδὲν ἰδιότητος. τοῦτο δὲ ὁ τῆς Κρήτης Ἀνδρέας κεκλοφὼς ὡς οἰκεῖον ἐν τῷ περὶ Λαζάρου λόγῳ ἐξεφώνησεν. ὅθεν καὶ πρῶτον ἐγὼ ἐκεῖσε τὸ ῥητὸν ἀναγνούς, ἐθαύμασα ὅπως πρὸς τὸν ἄλλον αὐτοῦ χαρακτῆρα μετήλλακται, καὶ ἐμοὶ ἔμπνους ἐκεῖσε γενέσθαι ἔδοξεν· ὡς δ' ὕστερον εὗρον τοῦ λόγου τὸν πατέρα, ἐκεῖ νον μὲν οὐ πάνυ τι ᾐτιασάμην χρυσοῦν κεκλοφότα ἱμάτιον, ἑαυτὸν δὲ ἀπεδεξάμην, τὸν Σκύθην ἐγνωκότα μετὰ τοῦ κάνδυος.
60 οϛʹ. Ἐκ τοῦ τῆς Πεντηκοστῆς λόγου, εἰς τὸ «ἔστι διαφορὰ χαρισμάτων»
Ἠρωτήκατε τίς ἡ τῶν «χαρισμάτων διαφορά», καὶ πῶς τὰ μὲν ἑτέρων «δεῖται πρὸς διάκρισιν τοῦ βελτίονος» κατὰ τὸν μέγαν ἀπόστολον, τὰ δὲ ἐντελῆ τυγχάνει καὶ ἀπροσδεᾶ καὶ καθ' ἑαυτὰ ἰσχύοντα· ᾧ δὴ ἀκόλουθόν ἐστι γνῶναι ἡμᾶς ὅπως τὰ τῶν «προφητῶν πνεύματα προφήταις ὑποτάσ σεται», τίς τε ὁ τῆς προφητείας λόγος, καὶ τίνας μὲν κυρίως προφήτας ὀνομάζει ἡ θεία γραφή, τίνες δὲ καταχρηστικῶς τούτου τοῦ ὀνόματος τετυχήκασι. ∆εῖ οὖν τῷ ὑστέρῳ τῶν ἀπορηθέντων τὴν λύσιν πρῶτον ἐπενεγκεῖν. ὅτι μὲν γὰρ πᾶσα τοῦ μέλλοντος πρόρρησις προφητεία ἐστίν, αὐτό, φασί, τὸ ὄνομα δηλοῖ. ὁπόθεν γοῦν τις ὁρμώμενος, ἢ τῆς καθ' ὕπνον μαντικῆς ἢ τῆς ἀπὸ τῶν χειρῶν διαγνώσεως, ἣν δὴ χειροσκοπικὴν οἱ πάλαι σοφοὶ ὠνομάκασιν, ἢ δι' ὧν ὄρνις ἐγείρεται καὶ κλάζει ἢ ἄλλο τι δρᾷ, προλέγοι τὰ μέλλοντα, προφήτης οὗτός ἐστιν. ἀλλ' ἡ θεία γραφή, τὸ ὄνομα τοῦτο εἰ πολλὰ διεσπαρμένον καὶ διῃρημένον συναγαγοῦσα πρὸς ἑαυτό, τοῖς τὴν ἐπιδημίαν τοῦ κυρίου προκαταγγείλασιν, ἣν διὰ σαρκὸς ἐνεδείξατο, φέρουσα ἐδωρήσατο. ὥσπερ δὴ καὶ Πυθαγόρας πεποίηκε· κἀκεῖνος γὰρ τὴν τῆς σοφίας προσηγορίαν, πολλῶν κατηγορουμένην ἐπιστημῶν, τῇ πρώτῃ φιλοσοφίᾳ προσήρμοσεν. ὥσπερ οὖν σοφὸς ὁ τὰς τῶν ἐπιστημῶν ἀρχὰς ἐπιστάμενος, αἳ δὴ ἀπὸ νοῦ τὸ προϊέναι εἰλήχασιν, οὕτω δὴ καὶ προφήτης ὁ τῆς τοῦ Χριστοῦ διὰ σαρκὸς παρουσίας κῆρυξ γενόμενος. ἀλλ' οὗτος ἂν κυρίως μὲν προφήτης καλοῖτο, κληθείη δ' ἂν καὶ ἄλλος τις, μετὰ Χριστὸν χαρίσματος ἠξιωμένος προφητικοῦ καὶ προλέγων τὰ μέλ λοντα· οὐ γὰρ μέχρι τῆς τοῦ κυρίου ἐπιδημίας τὸ θεῖον πνεῦμα ἐπὶ τῶν καθαρῶν ἐνήργει ψυχῶν, ἀλλ' ἐπειδὴ κἀκεῖνος πρὸς οὐρανοὺς ἀναβέβηκεν, ὁ παράκλητος αὖθις ἐπεφοίτα καί, ἐνιδρυμένος τῷ νῷ ὥσπερ ἐν ἀκροπόλει, φανερὰς αὐτοῦ τὰς ἐνεργείας ἐποίει. πλεῖστοι γοῦν ἐπὶ τῶν τοῦ Παύλου χρόνων, ἀθρόως τὴν γνώμην πρὸς τὸ κρεῖττον μεταποιούμενοι, προὔλε γόν τε τὰ μέλλοντα, θεοληπτούμενοι ἀφανῶς, κἀντεῦθεν προφῆται κατ ωνομάζοντο. ἀλλ' ἐπειδὴ τοῦτο διαπορήσαντες διηρθρώκαμεν, φέρε δὴ καὶ περὶ τῶν χαρισμάτων «βραχέα φιλοσοφήσωμεν». Τὸ πνεῦμα τὸ ἅγιον, ἓν ὂν κυρίως κατὰ τὴν ἀκριβῆ τοῦ ἑνὸς ἔννοιαν, αὐτῷ δὴ τῷ ἑνὶ πάντων ἅπτεται, πάντων δράττεται, οὐ πολλαπλασιαζό μενον ἢ μεριζόμενον κατὰ τὸν μαινόμενον Νουμήνιον, ἀλλ' ἐφ' ἑαυτοῦ ἱδρυμένον καὶ πανταχοῦ προϊὸν καὶ τοῦ ἑνὸς μὴ ἐξιστάμενον, καὶ τοῖς πολλοῖς μετεχόμενον. μερίζεται δὲ ταῖς τῶν δεχομένων διαφόροις γνώ μαις καὶ προαιρέσεσιν· ὅθεν τῷ μὲν εἰς ἀντίληψιν γίνεται, τῷ δὲ εἰς κυ βέρνησιν, τῷ δὲ τὰς διαλέκτους ἐπὶ τὴν γλῶτταν προχέει καὶ ἄλλῳ τὴν ἑρμηνείαν τῶν λεγομένων χαρίζεται. πρὸς ὃ γάρ τις ἐπιτηδείαν τὴν ἑαυτοῦ παράσχῃ ψυχήν, ἐκείνου δὴ καὶ δεκτικὸς γίνεται τοῦ χαρίσματος. ἀλλὰ τὸ μὲν ἀντιλαμβάνεσθαι