θεοσέβειαν εἰσηγήσασθαι. Ἐμοὶ δὲ φαίνεται, ὅτι ὥσπερ ἄλλα πολλὰ κατὰ χώρας συνήθειαν ἔλαβεν, οὕτω καὶ ἡ τοῦ Πάσχα ἑορτὴ παρ' ἑκάστοις ἐκ συνηθείας τινὸς ἰδιάζουσαν ἔσχε τὴν παρατήρησιν, διὰ τὸ μηδένα τῶν ἀποστόλων, ὡς ἔφην, μηδενὶ νενομοθετηκέναι περὶ αὐτῆς. Ὅτι δὲ ἐξ ἔθους μᾶλλον ἢ ἀπὸ νόμου παρ' ἑκάστοις ἐξ ἀρχαίου τὴν παρατήρησιν ἔλαβεν, αὐτὰ τὰ πράγματα δεικνύει. Πλεῖστοι γὰρ περὶ τὴν μικρὰν Ἀσίαν ἐξ ἀρχαίου τὴν τεσσαρεσκαιδεκάτην ἐτήρησαν, τὴν τοῦ σαββάτου ὑπεριδόντες ἡμέραν. Καὶ τοῦτο ποιοῦντες, πρὸς τοὺς ἑτέρως τὴν ἑορτὴν τοῦ Πάσχα ἐπιτελοῦντας οὐδέποτε διεφέροντο· ἕως ὁ τῆς Ῥώμης ἐπίσκοπος Βίκτωρ ἄμετρα θερμανθεὶς, ἀκοινωνησίαν τοῖς ἐν τῇ Ἀσίᾳ τεσσαρεσκαιδεκατίταις ἀπέστειλεν. Ἐφ' ᾧ γενομένῳ Εἰρηναῖος ὁ Λουγδούνου τῆς ἐν Γαλλίᾳ ἐπίσκοπος τοῦ Βίκτορος δι' ἐπιστολῆς γενναίως κατέδραμεν, μεμψάμενος μὲν αὐτοῦ τὴν θερμότητα, διδάξας δὲ, ὡς καὶ οἱ πάλαι διαπεφωνημένως ἐπιτελοῦντες τὴν τοῦ Πάσχα ἑορτὴν τῆς κοινωνίας οὐδαμῶς ἐχωρίζοντο. Καὶ ὅτι Πολύκαρπος ὁ τῆς Σμύρνης ἐπίσκοπος, ὁ ὕστερον ἐπὶ Γορδιανοῦ μαρτυρήσας, Ἀνικήτῳ τῷ ἐπισκόπῳ τῆς Ῥώμης ἐκοινώνει, μηδὲν διακρινόμενος περὶ ἑορτῆς πρὸς αὐτὸν, καίτοι καὶ αὐτὸς ἐξ ἐγχωρίου τῆς ἐν Σμύρνῃ συνηθείας, τῇ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα ἐπιτελῶν, ὡς ἐν τῇ πέμπτῃ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας Εὐσέβιος λέγει. Τινὲς μὲν οὖν, ὡς ἔφην, κατὰ τὴν μικρὰν Ἀσίαν τὴν τεσσαρεσκαιδεκάτην παρετήρουν· τινὲς δὲ περὶ τὰ ἀνατολικὰ μέρη, τὸ σάββατον μὲν τῆς ἑορτῆς ἐτήρουν, διεφώνουν δὲ περὶ τὸν μῆνα. Οἱ μὲν γὰρ Ἰουδαίοις, καίτοι τὴν ἀκρίβειαν μὴ σώζουσι, δεῖν ἕπεσθαι περὶ τῆς ἑορτῆς ἔλεγον· οἱ δὲ μετ' ἰσημερίαν ἐπετέλουν, τὸ συνεορτάζειν Ἰουδαίοις ἐκτρεπόμενοι· φάσκοντες ἀεὶ τοῦ ἡλίου ἐν Κριῷ ὄντος καθήκειν τὸ Πάσχα ἐπιτελεῖν, τῷ Ξανθικῷ μὲν κατὰ Ἀντιοχέας μηνὶ Ἀπριλλίῳ δὲ κατὰ Ῥωμαίους. Καὶτοῦτο ποιεῖν πειθομένους, μὴ τοῖς νῦν κατὰ πάντα πεπλανημένοις Ἰουδαίοις, ἀλλὰ τοῖς ἀρχαίοις, καὶ Ἰωσήπῳ, καθὰ ἐκεῖνος ἐν τῇ τρίτῃ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας φησίν. Ἀλλ' οὗτοι μὲν οὕτως πρὸςἑαυτοὺς διεφώνουν· πάντες δὲ οἱ λοιποὶ ἄχρι τῶν ἑσπερίων μερῶν καὶ αὐτοῦ ὠκεανοῦ, μετὰ ἰσημερίαν ἐξ ἀρχαίας τινος παραδόσεως τὸ Πάσχα ποιήσαντες εὑρίσκονται. Οὗτοι γὰρ πάντες τοῦτον ποιοῦντες τὸν τρόπον, οὐδέποτε πρὸς ἑαυτοὺς διεφώνησαν· καὶ οὐχ ὥς τινες ἐπεθρύλησαν, ἡ ἐπὶ Κωνσταντίνου σύνοδος τὴν ἑορτὴν ταύτην παρέτρεψεν. Αὐτὸς γὰρ Κωνσταντῖνος τοῖς διαφωνοῦσι περὶ ταύτης τῆς ἑορτῆς γράφων παρῄνεσεν, ὅπως ἂν αὐτοὶ ὀλίγοι ὄντες μιμῶνται τοὺς πλείονας. Ἀλλὰ τὴν μὲν ὅλην τοῦ βασιλέως ἐπιστολὴν ἐν τῷ τρίτῳ βιβλίῳ Εὐσεβίου τῶν εἰς τὸν βίον Κωνσταντίνου εὑρήσεις. Τὸ δὲ ἐν αὐτῇ περὶ τῆς ἑορτῆς τοῦ Πάσχα μέρος τοῦτον ἔχει τὸν τρόπον· Ἔστι τε τάξις εὐπρεπὴς, ἣν ἅπασαι αἱ τῶν δυτικῶν καὶ μεσημβρινῶν καὶ ἀρκτῴων μερῶν τῆς οἰκουμένης παραφυλάττουσιν ἐκκλησίαι, καί τινες τῶν κατὰ τὴν ἑῴαν τόπων. Οὗ ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν πάντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην, ἵν' ὅπερ δ' ἂν κατὰ τὴν Ῥωμαίων πόλιν, Ἰταλίαν τε, καὶ Ἀφρικὴν, καὶ ἅπασαν Αἴγυπτον,Ἱσπανίας, Γαλλίας, Βρεττανίας, Λιβύας, ὅλην Ἑλλάδα, Ἀσιανήν τε διοίκησινκαὶ Ποντικὴν καὶ Κιλικίαν, μιᾷ καὶ συμφώνῳ φυλάττεται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις· λογιζομένη μὴ μόνον ὡς πλείων ἐστὶ κατὰ τοὺς προειρημένους τόπους ἐκκλησιῶν ἀριθμὸς, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λόγος ἀπαιτεῖν δοκεῖ, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν. Τοιαύτη μὲν ἡ τοῦ βασιλέως ἐπιστολή. Τεσσαρεσκαιδεκατῖται δέ φασιν, ὑπὸ Ἰωάννου τοῦ ἀποστόλου τὴν παρατήρησιν τῆς τεσσαρεσκαιδεκάτης παραδεδόσθαι αὐτοῖς· οἱ δὲ κατὰ τὴν Ῥώμην καὶ τὰ ἑσπέρια μέρη τοὺς ἀποστόλους Παῦλον καὶ Πέτρον τὴν ἐκεῖ παραδεδωκέναι συνήθειαν λέγουσιν. Ἀλλ' οὐδεὶς μὲν τούτων ἔγγραφον ἔχει παρασχεῖν τὴν περὶ τούτων ἀπόδειξιν· ὅτι μέντοι ἐκ συνηθείας τινὸς μᾶλλον κατὰ