136
εἰδώλοις, ὑείων δὲ μεταλαμβάνειν κρεῶν, τὸν οἰκεῖον εἰς εὐσέβειαν διεγείρουσι λο γισμὸν, καὶ πρὸς τὸν ὑπὲρ τῆς εὐσεβείας παρα θήγουσι ζῆλον. Οὐ προτιμᾷς, φησὶν, ἁπάντων, ὦ ψυχὴ, τοῦ Θεοῦ τὴν δουλείαν; Εἶτα τὸ ἐντεῦθεν διδάσκουσι κέρδος. "Παρ' αὐτῷ γὰρ τὸ σωτήριόν μου. [γʹ.] Καὶ γὰρ αὐτὸς Θεός μου, καὶ σωτήρ μου· ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον." Αὕτη σοι, ὦ ψυχὴ, ἡ δουλεία παρέχει τὴν σωτηρίαν. Αὐτὸς γάρ ἐστι Θεὸς καὶ τῶν ἀγαθῶν χορηγὸς, καὶ τοὺς κλονουμέ νους ἐρεῖσαι δυνάμενος. Τὴν αὐτοῦ τοίνυν ἐπικου ρίαν καλέσας, τῶν καταβαλεῖν πειρωμένων ἀπαλλα γήσομαι. Οὕτω τοὺς οἰκείους εἰς εὐσέβειαν πυρεύ σαντες λογισμοὺς, μεταφέρουσι πρὸς τοὺς ἐναν τίους τὴν γλῶτταν. δʹ. "Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύ ετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ;" Μεθυπέρβατος δὲ ἡ τοῦ στί χου διάνοια. Ἔστι δὲ αὕτη· Μέχρι τίνος ὠμότητι καθ' ἡμῶν κέχρησθε, τὸ κοινὸν τῆς φύσεως οὐ σκο πούμενοι, ἀλλὰ καθάπερ τοῖχόν τινα κεκλιμένον, καὶ φραγμὸν ὑπ' ἀνέμου πεσεῖν κινδυνεύοντα, ὦσαι καὶ καταβαλεῖν ἐπείγεσθε, μιαιφόνον ἔχοντες γνώ μην; Ἀντὶ τοῦ, Μὴ σφόδρα ἡμῶν, ὡς ἀσθενῶν, κατεπαίρεσθε. Ἔχομεν γὰρ ἐπίκουρον τὸν τῶν ὅλων Θεόν. εʹ. "Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπ 80.1332 ώσασθαι." Ἕνα, φησι, σκοπὸν ἔχουσι, τῆς τοῦ Θεοῦ με γυμνῶσαι προνοίας, ἀφ' ἧς πᾶσαν ἔχω τι μήν τε καὶ εὔκλειαν. Τιμὴ γὰρ τῶν εὐσεβῶν, τὸ δου λεύειν Θεῷ· διόπερ καὶ ὁ θεσπέσιος Παῦλος παντα χοῦ δοῦλον ἑαυτὸν ὀνομάζει Χριστοῦ. "Ἔδραμον ἐν δίψῃ." Οὐ πάρεργον δὲ ταύτην ἔχουσι τὴν ἐπι βουλήν· ἀλλὰ σὺν πάσῃ προθυμίᾳ τοῦτο ποιοῦσιν, εἰς τὸν τῆς ἀσεβείας με βόθρον καταβαλεῖν διψῶντες. Ποίαις δὲ κέχρηνται μηχαναῖς, λέγει· "Τῷ στό ματι αὐτῶν εὐλόγουν, καὶ καρδίᾳ αὐτῶν κατηρῶντο" Κωτίλοις μὲν κέχρηνται λόγοις, φενακῖσαι πειρώ μενοι· ἀλλ' ὄλεθρον ἔνδον ἔχουσι κεκρυμμένον. Οὕτως τὰς ἐκείνων δείξαντες ἐπιβουλὰς, πάλιν ἑαυτοῖς ἐγκελεύονται καρτερεῖν, καὶ τὴν θείαν ἀναμένειν ῥοπήν. ʹ. "Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου· ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου." Μὴ καταλίπῃς, ὦ ψυχὴ, τοῦ Θεοῦ τὴν δουλείαν, ἀλλὰ τῇ παρ' αὐτοῦ χορηγουμένῃ ῥωσθεῖσα ῥοπῇ, φέρε τὰς τῶν δεινῶν προσβολάς. ζʹ. "Ὅτι αὐτὸς Θεός μου, καὶ σωτήρ μου, ἀντι λήπτωρ μου, οὐ μὴ μεταναστεύσω." Αὐτὸν γὰρ εἰ δὼς καὶ ἀληθινὸν Θεὸν, καὶ σωτηρίας πηγὴν, οὐκ ἀνέξομαι τὴν δουλείαν ἀμεῖψαι, καὶ πρὸς ἑτέραν δεσποτείαν ἀναδραμεῖν. Τὸ γὰρ, μεταναστεύσω, ἀντὶ τοῦ μεταθήσομαι τέθεικεν. Οὐ γενήσομαι, φησὶ, μετανάστης, καὶ δοῦλος τῆς ἀσεβείας. ηʹ. "Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου, καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ." [Ἰδοὺ πάλιν ὁ προφητικὸς νοῦς τῆς ἀδιαιρέτου καὶ φωτοφόρου καὶ ἀεὶ οὔσης Τριάδος σαφέστερον ἡμῖν ὑπέδειξε τὰς ὑποστάσεις· οὐ τρεῖς θεοὺς λέγων, ἄπαγε· τὸ γὰρ Θεὸς, ὡς πολ λάκις ἡμῖν εἴρηται, καὶ τὸ Κύριος καὶ Βασιλεὺς καὶ ∆ημιουργὸς καὶ Παντοκράτωρ ἐπὶ τῶν ὑποστάσεων κεῖται. ∆ιὸ δὴ] τοῖς αὐτοῖς πολλάκις κέχρηνται λόγοις, Θεὸν καὶ Σωτῆρα, καὶ δόξαν, καὶ βοηθὸν, τὸν τῶν ὅλων καλοῦντες Θεόν· ἵνα τῆς δυσσεβείας τὰς προσβολὰς ἀποκρούσωνται. Οὗ δὴ χάριν καὶ τοὺς ἄλλους ἅπαντας ὁμοφύλους εἰς τὴν αὐτὴν εὐσέβειαν διεγείρουσιν, οὐκ ἀνεχόμενοι μόνοι νικη φόροι καλεῖσθαι. θʹ. "Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν, ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν, 80.1333 ὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν." Πάντων, ὦ ὁμόφυλοι, τῶν ἀνθρώπων καταφρονήσαντες, τὴν εἰς αὐτὸν ἐλπίδα βεβαίαν ἐργάσασθε· καὶ πᾶσαν αὐτῷ ἀνάθεσθε τὴν διάνοιαν, ἀναμφιβόλως τὴν παρ' αὐτοῦ βοήθειαν ἀναμένοντες. Τὸ γὰρ, "Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν," τοῦτο δηλοῖ, ἀντὶ τοῦ, Πάντας αὐτῷ τοὺς λογισμοὺς ἀφιερώσατε, καὶ μηδεμίαν δι χόνοιαν εἰσδέξησθε. [Εὖ μάλα ἐπιστάμενοι, ὡς ἄν θρωπος δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ, καὶ τὸ, δυσὶ κυρίοις οὐδεὶς δύναται δου λεύειν.] ιʹ. "Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων· ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι." Τοῦτο σαφέστερον ὁ Θεοδοτίων ἡρμήνευσε· "Πλὴν ἀτμὶς υἱοὶ τῶν ἀνθρώπων·