136
δυσὶ κυρίοις δουλεύειν; ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. τί οὖν τὸ λεγόμενον; ὅτι ὁ τὸν τῶν ἀνθρώπων φόβον ἔχων τὸν τοῦ θεοῦ οὐκ ἔχει· εἰ οὖν ὑποβάλλεται ὑπὸ τοῦ ἐχθροῦ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων παθῶν καὶ πάντως γίνεται, ἀλλ' οὖν νικάτω ὁ νενικηκὼς τὸν κόσμον. Σπουδαστέον τοίνυν τὰ ἐφόδια προπαρασκευάζειν τῆς ἀνθρωπίνης ἀφοβίας, ἅτινά ἐστι πίστις, ἐλπίς, ἀγάπη· ἡ ἀγάπη, φησί, χρηστεύεται, μακροθυμεῖ· ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ φυσιοῦται, οὐ περπερεύεται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ὑπομένει, πάντα ἐλπίζει. ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. ἐν τούτοις διατηρηθείης σὺν ἐμοὶ καὶ πᾶσιν ἀδελφοῖς. 185 {1Σεργίῳ νοταρίῳ}1 Ἀκούων ὅτι φυλάττει ἑαυτὴν ἡ θεοφιλία σου ἀμέτοχον τῆς τῶν αἱρετικῶν κοινωνίας καὶ ὅτι ζηλοῦσά ἐστι τῷ Κυρίῳ, ἀποδεχομένη τοὺς ὀρθόφρονας καὶ ἀνδρικοὺς μέχρις αἵματος, ἀπαναινομένη δὲ ἐν τοῖς ἀνερματίστοις καὶ προδόταις τῆς ἀληθείας, χαίρω ὁ ταπεινός, εὐχαριστῶν τῷ θεῷ ὅτι ὁ ἀρχαῖος φίλος καὶ ἴδιος τὰ τῷ θεῷ φίλα τε καὶ ἴδια ὀρέγεται καὶ περιέπει. βλέπεις γὰρ ὡς κορυφοῦται ἔτι μᾶλλον καὶ μᾶλλον ὁ διωγμός, ἀποτελῶν ἤδη καὶ μάρτυρας· ὧν εἷς ὁ ἡμέτερος Θαδδαῖος καὶ τῶν ἁγίων σύσκηνος. Ὅτι δὲ φιλεῖς ἡμᾶς τοὺς ἀποθήτους διὰ τὰς ἁμαρτίας, ἴσμεν· στέργομεν γάρ σε καὶ ἡμεῖς, οὐκ ἔστι δὲ φιλοῦντα μὴ ὑπὸ τοῦ φιλουμένου ἀντιστέργεσθαι. ἀλλ' ἵνα καὶ προσεύχῃ παρακαλῶμεν τελειῶσαι ἡμᾶς τὸν προκείμενον ἀγῶνα ἐλέει θεοῦ. 186 {1Ναυκρατίῳ τέκνῳ}1 Ἀγγελία ἐπὶ ἀγγελίᾳ, λόγος ἐπὶ λόγῳ· τί εἴπω καὶ τί λαλήσω; πῶς διατεθῶ ὁ τάλας ἐπὶ τοῖς γεγενημένοις; χαρά μοι καὶ λύπη, αἴνεσις καὶ ἀπόκλαυσις. ἐν μεταιχμίῳ δύο παθῶν ἀπειλημμένος γέγονα καὶ οὐκ ἔχω πότερον αἱρήσομαι λέγειν. ὅμως νικᾷ ὁ νικήσας τὸν σατανᾶν καὶ τοὺς ἄρχοντας καὶ κολαστὰς τοῦ αἰῶνος τοῦδε. ἐθανατώθη ὑπὲρ Χριστοῦ τὸ ἀρνίον τοῦ Χριστοῦ μαστιγούμενον, Θαδδαῖος ὁ ἐμὸς ὅρπηξ, τὸ ἐμὸν σπλάγχνον, ὁ υἱὸς τῆς ὑπακοῆς, τὸ στέλεχος τῆς εὐσεβείας, ὁ τοῦ ἀποστόλου συνώνυμος. ἀβάστακτος ἡ χαρά, ἀνυπέρβλητος ἡ εὐφροσύνη, οὐκ ἐμοὶ τῷ ταπεινῷ μόνῳ, ἀλλὰ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, ὅτι καὶ νῦν ἐν τῇ ταπεινῇ γενεᾷ ταύτῃ μάρτυρα τῆς ἀληθείας σου ἀπαράγραπτον ἀνέδειξας, καὶ τοῦτον οὐκ ἐκ τῶν σοφῶν καὶ εὐγενῶν τοῦ τῇδε κόσμου, ἀλλ' ἐκ τῶν ἐναντίως ἐχόντων, ἵνα πληρωθῇ ὁ λόγος τοῦ ἀποστόλου, ὅτι τὰ ἀγενῆ καὶ ἐξουθενημένα ἐξελέξατο καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. ποῦ μοι ἀπέστης, ὦ μακάριον τέκνον; ποῦ θᾶττον ὑπερυψώθης, μάρτυσι συναρίθμιος γεγονώς; ὢ τῆς ἐπιτυχίας σου· ὢ τῆς εὐγενείας σου· ὢ τῆς εὐβουλίας σου. ἐν ἡμέρᾳ μίᾳ ἐκέρδησας ἀπείρους αἰῶνας· ἐν ἀνίαις βασανιστικαῖς ἐκτήσω τὰς ἀνεκλαλήτους εὐφροσύνας· ἐν πληγαῖς ἑκατὸν πρὸς τριάκοντα εἴληφας τὸν τέλειον τῆς ἐργασίας μισθὸν σὺν μάρτυσι παρὰ τῆς Ἁγίας Τριάδος, εἴπερ ὁ μὲν τῆς τελειότητος, ὁ δὲ τῆς Τριάδος ἀναλογῶν ἐστιν ἀριθμός, ἵνα κἀξ αὐτοῦ τοῦ κολασμοῦ σου παραδείξειεν θεὸς τὸ μεγαλοφυές σου. τὸ αἷμά σου μύρον, τὸ λείψανόν σου ἁγιασμοῦ μεταδοτικὸν τοῖς ψαύουσι. ∆έομαί σου, ἅγιε τοῦ θεοῦ Θαδδαῖε, πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἀναξίου δούλου σου· οὐ γὰρ τολμῶ σε καλέσαι τέκνον. ὁρᾶτε, ἀδελφοί μου, τί γέγονε, ποῖον θησαυρὸν καὶ μέλος ἐκεκτήμεθα; ἀρκεῖ εἴς τε θεοῦ δόξαν καὶ ἡμέτερον καύχημα ὁμοῦ τε καὶ τῆς ὅλης ἐκκλησίας χαρμόσυνον ὁ μάρτυς Χριστοῦ Θαδδαῖος. τί τἆλλα; ἔσονται, φησίν, οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι· τοῦτο ἐπὶ τοῦ Ἰακώβου φημὶ καὶ Λουκιανοῦ, τοῦ μὲν ἐναθλήσαντος (εἴη καὶ ἐναθλήσοντος μέχρι τέλους) σὺν ∆ωροθέῳ καὶ Βησσαρίωνι, τοῦ δὲ κατὰ τὰς ἁμαρτίας μου ναυαγήσαντος σὺν τοῖς ὁμοτρόποις. ὤ, πῶς ἔπεσον ἐν μέσῳ φωστήρων οἱ οἴκτιστοι· ἐπελάθοντο τοῦ εἰρηκότος ἄρα, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα. μὴ γὰρ οὐ κατεμέτρησε τὸ δυνατὸν ὁ