136
συναθροίσας δυνάμεις πολλὰς κατὰ Ῥωμαίων ἐπήρχετο· πολέμου δὲ κροτηθέντος, τρέπουσιν οἱ Ῥωμαῖοι τοὺς βαρβάρους, καὶ πασῶν οἱ Ῥωμαῖοι ἐπισημοτέραν ταύτην ἀπηνέγκαντο τὴν νίκην. ὁ δὲ Πρίσκος τέσσαρας χιλιάδας συντάξας τὸν Τίσσον ποταμὸν περᾶσαι ἐκέλευσε καὶ κατασκοπῆσαι τὰ τῶν βαρβάρων κινήματα. οἱ δὲ βάρβαροι μηδὲν τῶν γεγονότων ἐγνωκότες ἑορτὴν ἐπιτελοῦντες συνεποσίαζον. τούτοις οἱ Ῥωμαῖοι κρυπτῶς ἐπιπεσόντες μέγιστον φόνον ἀπεργάζονται· τριάκοντα γὰρ χιλιάδας Γηπαίδων καὶ ἑτέρων βαρβάρων ἀπέκτειναν· καὶ πλείστην αἰχμαλωσίαν λαβόντες πρὸς τὸν Πρίσκον ὑπέστρεψαν. ὁ δὲ Χαγάνος πάλιν δυνάμεις συναθροίσας ἐπὶ τὸν Ἴστρον παραγίνεται· καὶ συμβαλόντες πόλεμον ἡττῶνται οἱ βάρβαροι καὶ εἰς τὰ ῥεῖθρα τοῦ ποταμοῦ ἀποπνίγονται. συναπόλλυνται δὲ τούτοις καὶ Σκλαυινοὶ πολλοί. ζῶντας δὲ ἐκράτησαν Ἀβάρους μὲν τρισχιλίους, Σκλαυινοὺς δὲ ὀκτακοσίους καὶ Γήπαιδας τρισχιλίους διακοσίους καὶ βαρβάρους δισχιλίους. ὁ δὲ Χαγάνος εἰς Μαυρίκιον τὸν βασιλέα πρέσβεις ἀπέστειλεν ἀναλαβεῖν τοὺς ζωγρηθέντας πειρώμενος. ὁ δὲ Μαυρίκιος μήπω μαθὼν τὴν περιφανῆ τῶν Ῥωμαίων νίκην γράφει τῷ Πρίσκῳ ἀποδοῦναι τῷ Χαγάνῳ τοὺς Ἀβάρους καὶ μόνον. ὁ δὲ Κομεντίολος μόλις τῆς νόσου διαγενόμενος ἐξέρχεται εἰς Νόβας ζητῶν ὁδηγοὺς τοῦ ἐξαγαγεῖν αὐτὸν τὴν ὁδὸν Τραϊανοῦ τοῦ βασιλέως. γέρων δέ τις ταύτην ἐπιστάμενος ἔφασκε δυσχερῆ ταύτην εἶναι καὶ ἀδιόδευτον ἀπὸ ἐτῶν 283 πολλῶν καὶ χειμῶνος ὄντος, ὑψηλὰ ὄρη καὶ χιόνας κεκτημένην. ὁ δὲ Κομεντίολος μὴ πεισθεὶς τοῖς λόγοις τοῦ γέροντος ἀπέρχεται διὰ τῆς ὁδοῦ ταύτης. ψύχους δὲ γεγονότος ἐξαισίου καὶ μεγάλου κρύους, διαφθείρονται πολλοὶ τῶν Ῥωμαίων καὶ τῶν νωτοφόρων ζώων τὰ πλεῖστα. καὶ μόλις ἐπὶ τὴν Φιλιππούπολιν ἀφίκετο. κἀκεῖσε τῶν Ῥωμαίων παραχειμασάντων, ὁ Κομεντίολος εἰς Βυζάντιον ἔρχεται. Τῷ δ' αὐτῷ ἔτει ἀνήρ τις τὸ μοναχικὸν σχῆμα περιβεβλημένος καὶ ἐν ἀσκήσει διαλάμπων, σπαθίον γυμνώσας ἀπὸ τοῦ φόρου μέχρι τῆς Χαλκῆς ξιφήρης διαδραμὼν τὸν αὐτοκράτορα τοῖς πᾶσιν ἐν φόνῳ μαχαίρας τεθνήξεσθαι προηγόρευσεν. ὁμοίως καὶ Ἡρωδιανὸς Μαυρικίῳ εἰς τὸ φανερὸν προανήγγειλε τὰ τούτῳ συμβησόμενα. τοῦ δὲ βασιλέως νυκτὶ ἀνυποδήτου λιτανεύοντος μετὰ πάσης τῆς πόλεως, παρερχομένου ἐν τοῖς Καρπιανοῦ, στασιάζουσιν ἐκ τοῦ πλήθους τινὲς καὶ λίθους κατὰ τοῦ βασιλέως ἔβαλλον, ὥστε μόλις τὸν βασιλέα σὺν Θεοδοσίῳ, τῷ υἱῷ αὐτοῦ, διασωθῆναι καὶ τὴν εὐχὴν πληρῶσαι ἐν Βλαχέρναις. οἱ δὲ δῆμοι εὑρόντες ἄνδρα προσομοιοῦντα Μαυρικίῳ καὶ βαλόντες αὐτῷ σαγίον μαῦρον καὶ ἀπὸ σκόρδων πλέξαντες στέφανον καὶ εἰς ὄνον τοῦτον καθίσαντες διέπαιζον λέγοντες· "εὕρηκε τὴν δαμαλίδα ἁπαλήν, καὶ ὡς τὸ καινὸν ἀλεκτόριν ταύτῃ πεπήδηκεν καὶ ἐποίησε παιδία ὡς τὰ ξυλοκούκουδα· καὶ οὐδεὶς τολμᾷ λαλῆσαι, ἀλλ' ὅλους ἐφίμωσεν· ἅγιέ μου, ἅγιε φοβερὲ καὶ δυνατέ, δὸς αὐτῷ κατὰ κρανίου, ἵνα μὴ ὑπεραίρεται· κἀγώ σοι τὸν βοῦν τὸν μέγαν προσαγάγω εἰς εὐχήν." πολλοὺς δὲ τούτων πιάσας ὁ βασιλεὺς ἐτιμωρήσατο. Κόσμου ἔτη ϛϟδʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟδʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. κʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιδʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. κγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. βʹ. Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ, ἰνδικτιῶνος εʹ, ὁ βασιλεὺς Μαυ284 ρίκιος Θεοδόσιον, τὸν αὐτοῦ υἱόν, συνῆψε πρὸς γάμον τῇ θυγατρὶ Γερμανοῦ τοῦ πατρικίου, στεφανώσαντος αὐτοὺς Κυριακοῦ, τοῦ πατριάρχου Κωνσταντινουπόλεως. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ ιαʹ ∆ομετιανός, ὁ ἐπίσκοπος Μελιτηνῆς, ὁ συγγενὴς τοῦ βασιλέως, τέθνηκε καὶ ἐτάφη ἐν τοῖς ἁγίοις ἀποστόλοις ὑπὸ Κυριακοῦ τοῦ πατριάρχου καὶ πάσης τῆς συγκλήτου τιμηθεὶς ἐπιτάφια. ὁ δὲ βασιλεὺς Πέτρον, τὸν ἴδιον ἀδελφόν, στρατηγὸν πάλιν τῆς Θρᾴκης χειροτονήσας ἀπέστειλεν. ἠκηκόει γὰρ περὶ τοὺς Καταράκτας ἀθροισθῆναι τὰ τῶν