1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

137

εἰς τὴν ἔρημον αὐλισθεὶς μετέπειτα ἐνήστευσεν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἐβαπτίσθη δὲ καὶ ἐνήστευσεν οὐκ αὐτὸς ἀπορυπώσεως ἢ νηστείας χρείαν ἔχων ἢ καθάρσεως, ὁ τῇ φύσει καθαρὸς καὶ ἅγιος, ἀλλ' ἵνα καὶ Ἰωάννῃ ἀλήθειαν προσμαρτυρήσῃ καὶ ἡμῖν ὑπογραμμὸν παράσχηται. Oὐκοῦν ὁ μὲν Κύριος οὐκ εἰς ἑαυτοῦ πάθος ἐβαπτίσατο ἢ θάνατον ἢ ἀνάστασιν, οὐδέπω γὰρ οὐδὲν τούτων ἐγεγόνει, ἀλλ' εἰς διάταξιν ἑτέραν· διὸ καὶ ἀπ' ἐξουσίας μετὰ τὸ βάπτισμα νηστεύει ὡς Κύριος Ἰωάννου· ὁ δὲ εἰς τὸν αὐτοῦ θάνατον μυούμενος πρότερον ὀφείλει νηστεῦσαι καὶ τότε βαπτίσασθαι, οὐ γὰρ δίκαιον τὸν συντα φέντα καὶ συναναστάντα παρ' αὐτὴν τὴν ἀνάστασιν κατη φεῖν· οὐ γὰρ κύριος ὁ ἄνθρωπος τῆς διατάξεως τῆς τοῦ Σωτῆρος, ἐπείπερ ὁ μὲν δεσπότης, ὁ δὲ ὑπήκοος. Aἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἔστωσαν μετὰ τῶν ὑπο κριτῶν, νηστεύουσι γὰρ δευτέρᾳ σαββάτων καὶ πέμπτῃ. Ὑμεῖς δὲ ἢ τὰς πέντε νηστεύσατε ἡμέρας, ἢ τετράδα καὶ παρασκευήν, ὅτι τῇ μὲν τετράδι ἡ κρίσις ἐξῆλθεν ἡ κατὰ τοῦ Κυρίου, Ἰούδα χρήμασιν ἐπαγγειλαμένου τὴν προ δοσίαν· τῇ δὲ παρασκευῇ, ὅτι ἔπαθεν ὁ Κύριος ἐν αὐτῇ πάθος τὸ διὰ σταυροῦ ὑπὸ Ποντίου Πιλάτου. Τὸ σάββα τον μέντοι καὶ τὴν κυριακὴν ἑορτάζετε, ὅτι τὸ μὲν δημιουργίας ἐστὶν ὑπόμνημα, τὸ δὲ ἀναστάσεως. Ἓν δὲ μόνον σάββατον ὑμῖν φυλακτέον ἐν ὅλῳ τῷ ἐνιαυτῷ, τὸ τῆς τοῦ Κυρίου ταφῆς, ὅπερ νηστεύειν προσῆκεν, ἀλλ' οὐχ ἑορτάζειν· ἐν ὅσῳ γὰρ ὁ δημιουργὸς ὑπὸ γῆν τυγχάνει, ἰσχυρότερον τὸ περὶ αὐτοῦ πένθος τῆς κατὰ τὴν δημιουργίαν χαρᾶς, ὅτι ὁ δημιουργὸς τῶν ἑαυτοῦ δημιουργημάτων φύσει τε καὶ ἀξίᾳ τιμιώτερος. Ὅταν δὲ προσεύχησθε, μὴ γίνεσθε ὥσπερ οἱ ὑπο κριταί, ἀλλ' ὡς ὁ Κύριος ἡμῖν ἐν τῷ Eὐαγγελίῳ διετάξατο, οὕτως προσεύχεσθε· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ·ῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.» Τρὶς τῆς ἡμέρας οὕτως προσεύχεσθε, προπαρασκευάζον τες ἑαυτοὺς ἀξίους τῆς υἱοθεσίας τοῦ Πατρός, ἵνα μή, ἀναξίως ὑμῶν αὐτὸν Πατέρα καλούντων, ὀνειδισθῆτε ὑπ' αὐτοῦ, ὡς καὶ Ἰσραὴλ ὅ ποτε πρωτότοκος υἱὸς ἤκουσεν, ὅτι «Eἰ Πατήρ