Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν. (B f. 260 b, E f. 116 b.) Πονηρὰ γὰρ, ὡς ἤδη πλειστάκις ἔφην, τὰ τῶν ἀνοσίων ἐστὶ βουλεύματα· καὶ πάντα σκαιότητος διερευνώμενοι τρόπον προσ κρούουσι τῷ φιλαρέτῳ Θεῷ.
ΨΑΛΜΟΣ Ξ∆ʹ.
Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀπο δοθήσεται εὐχὴ ἐν
Ἱερουσαλήμ. (A f. 325, E f. 117 b) Σιών φησιν οὐ τὴν ἐπίγειον 69.1128 τὴν ἐν τῇ Ἰουδαίᾳ χώρᾳ κειμένην, ἀλλὰ τὴν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς, τὴν ἀληθῶς Καλλίπολιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, τὴν τῶν ἁγίων μη τέρα, τὸ τῶν ἀγγέλων πανάγιον ἐνδιαίτημα. Πρὸς ὁμοιότητα δὲ ταύτης καὶ ἡμεῖς τὴν ἐπίγειον πλη ροῦμεν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ ταῖς καθ ηκούσαις δοξολογίαις στεφανοῦμεν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν. Ἐκεῖ γὰρ οἱ τέλειοι καὶ ἀληθεῖς ὕμνοι ἀποδίδονται τῷ Θεῷ· ὁ τοίνυν ὕμνος ὁ ἐν τῇ Σιὼν, ἤτοι τῇ ἐπουρανίῳ, ἢ καὶ τῇ ἐπὶ γῆς Ἐκ κλησίᾳ, τῷ Θεῷ ἀποδιδόμενος, πρέποι ἂν μόνῳ τῷ ὑμνουμένῳ Θεῷ, ᾧ καὶ τὰς εὐχὰς ἀποδιδόναι προσ ήκει. Εὐχὴν δὲ σύνηθες τῇ Γραφῇ καλεῖν τὴν ἐπαγ γελίαν ἣν ἐπαγγέλληταί τις τῷ Θεῷ. ∆ιὰ μέντοι τοῦ εἰπεῖν, "Πρὸς σὲ πᾶσα σὰρξ ἥξει," εἴτουν πιστεύσει πᾶς ἄνθρωπος (συνεκδοχικῶς γὰρ τὰ τοιαῦτα λέγε ται, ἀπὸ μέρους τοῦ παντὸς δηλουμένου), τὴν κλῆσιν πάντων τῶν ἐθνῶν εὐαγγελίζεται, ἀλλ' οὐχὶ μόνου τοῦ Ἰσραὴλ ὡς διὰ τοῦ νομικοῦ γράμματος. Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς. (E f. 118.) Λόγους ἀνόμων φησὶ τὴν σοφίαν τῶν σοφῶν τοῦ αἰῶνος τούτου, δι' ἧς καὶ ἐξησθένησαν τῆς ἀληθοῦς ἐκπεσόντες γνώσεως. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ σου. (E f. 118 b.) Ἑτοιμάζων φησὶν ἀντὶ τοῦ κατα λεαίνειν καὶ εὐπρεπεῖς ἀποφαίνειν· δύνασθαι δέ τινας ἀποπηδᾷν καὶ ἐν ὄρεσι, τουτέστιν ἐν ταῖς ὑψηλοτά ταις γίνεσθαι ἀρεταῖς. Ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης.- Ταραχθήσονται τὰ ἔθνη. (A f. 326 b, B f. 264, D f. 161 b, G f. 35 b et 36, H f. 110 b, L f. 151 b. Κυρίλλου καὶ Ἀθανασίου.) Θάλασσαν ὀνομάζει τὸν κόσμον, καὶ τὸ πλῆθος ἁπάν των ἐν αὐτῷ κατοικούντων ἐθνῶν. Πρὸς δὲ διάνοιαν, συνταράσσει Χριστὸς οἷόν τι κῦτος καὶ πλάτος θα λάσσης, τὰ πλήθη τῶν ἐθνῶν· μὴ συγχωρήσας αὐτὰ ἠρεμεῖν ἐν ταῖς ἀρχαίαις ἀπάταις, κεκινηκὼς δὲ μᾶλλον εἰς ἐπίγνωσιν τῆς ἑαυτοῦ δυνάμεως καὶ ὑπερ οχῆς, καὶ ὥσπερ τινὰς ἤχους κυμάτων ἀνασαλεύσας ἁπάντων τὰς ἐπ' αὐτῷ δοξολογίας. Ποῦ γὰρ ἢ παρὰ τίνων οὐ δοξολογεῖται Χριστός; Καὶ μετ' ὀλίγα. Καὶ τίνα τρόπον ταραχθήσονται, πάλιν αὐτὸς διερμηνεύει λέγων· "Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέ ρατα ἀπὸ τῶν σημείων σου." Πεφόβηνται γὰρ τὰ ἔθνη τὸν Χριστόν· ἀκηκόασι γὰρ αὐτοῦ τὰ παράδοξα τὰ διὰ τῆς αὐτοῦ δυνάμεώς τε καὶ ἐξουσίας τετελε σμένα· ἐγνώκασιν ἐκ μνημάτων τοὺς νεκροὺς ἐγει ρομένους· ἑνὶ λόγῳ καὶ νεύματι τὸν παράλυτον ἐξ οὕτω μακρᾶς ἀπήλλαξεν ἀῤῥωστίας· τυφλοῖς ἀδοκή τως ἐνετίθει τὸ βλέπειν· θάλασσαν ἀγριαίνουσαν κατ εκοίμισε παραδόξως. Τούτων τῶν σημείων ἀκη κοότα τὰ ἔθνη πεφόβηνται δικαίως τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· καὶ τὴν ἀρχαίαν σύντροφον ἀφέντα πλάνην, παρεδέξαντο τὴν πίστιν. Ἢ θάλασ 69.1129 σαν ἐνταῦθα τὸ πλῆθος τῶν ἀκαθάρτων πνευμάτων φησὶν, ὃ συνταράσσεται τῇ τοῦ Χριστοῦ παρουσίᾳ. ∆ιὸ καὶ φοβούμενοι ἔλεγον· "Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς·" ἢ θάλασσαν μὲν τὸ πλῆθος καλεῖ τῶν τυράννων, διὰ τὸ ἁλμυρὸν τῆς εἰδωλολατρείας αὐτῶν· ἤχους δὲ κυμάτων, τὰς κατὰ τῶν μαρτύρων ἐπιβουλὰς καὶ βασάνους, ἃς τίς ὑπέμεινεν εἰ μὴ τῇ δυνάμει Χριστοῦ ἐνεδυναμοῦτο καὶ ἐστηρίζετο; Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις. (A f. 327. Κυρίλλου, Ἀθανασίου, Εὐσεβίου.) Καὶ ὅταν ἄρξηται τρέχειν ἡ πρωΐα τῆς ἡμέρας, καὶ ἐν τῇ ἑσπέρᾳ, ὅ ἐστιν ἐν τῇ ἀρχῇ τῆς ἡμέρας καὶ ἐν τῷ τέλει. Καὶ μέντοι ὅταν τὰ