1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

137

εἴη καθ' εἱμαρμένην· «Καὶ ἄδηλα δέ ἐστί τινα αἴτια ἀνθρωπίνῳ λογισμῷ, ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται, ἀγνοουμένης τῆς αἰτίας δι' ἣν γίνεται· ὁποῖα περίαπτά τινα ποιεῖν προείληπται, οὐδεμίαν εὔλογον καὶ πιθανὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα· ἔτι δὲ ἐπαοιδαὶ καὶ τοιαῦταί τινες μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰτία· διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά.» 6.9.25 Πολλὰ δ' εἶναι παρὰ ταῦτα καὶ ἐνδεχομένως καὶ ὁπότερα ἔτυχε γινόμενα, ἃ οὐδὲ ταῦτα εἴη ἂν καθ' εἱμαρμένην· 6.9.26 «Λέγεται δὲ ἐνδεχομένως γίνεσθαι ταῦτα ἐφ' ὧν καὶ τὸ μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ αὐτὸ τὸ «ὁπότερα ἔτυχε» λεγόμενον ποιεῖ γνώριμον·» οἷον τὸ «κινῆσαί τι τῶν ἑαυτοῦ μερῶν καὶ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν τοῦ δακτύλου ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα» «καὶ τὸν καθεζόμενον στῆναι καὶ τὸν κινούμενον ἠρεμῆσαι καὶ τὸν λαλοῦντα σιγῆσαι καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικήν,» ἃ οὐκ ἂν γένοιτο ἐξ εἱμαρμένης· τὰ γὰρ ἐξ εἱμαρμένης οὐκ ἔχει δύναμιν τοῦ δέξασθαι τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον. 6.9.27 Ἀλλὰ καὶ τὸ βουλεύεσθαι τὸν ἄνθρωπον οὐκ εἰς μάτην αὐτῷ ὑπάρχει· ἦν δ' ἂν εἰς μάτην βουλευτικός, εἰ ἐξ ἀνάγκης ἔπραττε τὰ πραττόμενα. ἀλλ' ἐναργῶς φαίνεται τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος «τοῦτο παρὰ τῆς φύσεως ἔχων πλέον, τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ' ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον· ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα οἷα τὴν ἀρχὴν ἐφάνη, καὶ ἔστι, συγκατατίθεται τῇ φαντασίᾳ καὶ οὕτω μέτεισιν αὐτά· εἰ δὲ ἀλλοῖα φαίνεται, οὐκέτι ἔμεινεν ἐπὶ τῆς προλήψεως, ἐλέγξαντος αὐτὰ τοῦ λόγου» διὰ τοῦ βουλεύσασθαι περὶ αὐτῶν. 6.9.28 Βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα πράττειν. εἰ δέ ποτε μὴ βουλευσάμενοι πράττοιμεν, «πολλάκις μετανοοῦμεν καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας· ἀλλὰ κἂν ἄλλους ἴδωμεν ἀβούλως πράττοντας, ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν ἀξιοῦμέν τε συμβούλοις τοῖσδε χρῆσθαι, ὡς ἐφ' ἡμῖν ὄντων» τῶν τοιούτων. 6.9.29 «Ὅτι δὲ ψευδὴς ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης λόγος, ἱκανὸν μαρτύριον τὸ μηδ' αὐτοὺς τοὺς προστάτας αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑπ' αὐτῶν λεγομένοις». καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται καὶ μανθάνειν καὶ παιδεύεσθαι συμβουλεύουσιν ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν. 6.9.30 «ἀλλὰ καὶ συγγράμματα πλεῖστα καταλείπουσι, δι' ὧν ἀξιοῦσι παιδεύεσθαι τοὺς νέους.» «ἐπαύσαντο δ' ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας,» εἰ προσέσχον ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως ἁμαρτάνοντας, τοὺς δὲ ἑκουσίως πλημμελοῦντας κολάσεως ἀξίους εἶναί φασιν, ὡς ἐπ' αὐτοῖς τούτων, 6.9.31 δηλονότι τοῦ τε ἁμαρτάνειν καὶ τοῦ μὴ κειμένου. ὥστε καὶ κατ' αὐτοὺς ἀναιρεῖσθαι τὴν ἐξ εἱμαρμένης ἀνάγκην, συνίστασθαι δὲ κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον, μετὰ τοῦ πλεῖστα εἶναι καὶ τὰ μὴ ἐφ' ἡμῖν, ὥσπερ τὰ κατὰ φύσιν καὶ τὰ ἐκ τύχης, ἕτερα ὄντα καὶ αὐτὰ παρὰ τὸν τῆς εἱμαρμένης λόγον, καθὼς προδέδεικται. 6.9.32 Τούτων ἡμῖν ἀπὸ πλείστων ἐπιτετμημένων, τῷ πολὺν εἶναι τὸν περὶ τοῦ αὐτεξουσίου λόγον ἐν τοῖς καθ' ἡμᾶς δόγμασιν ᾧ καὶ τῶν φιλοσόφων συνέδραμον αἱ παρατεθεῖσαι φωναί, τοῖς μὲν καθ' ἡμᾶς θείοις γράμμασιν ἐπιμαρτυροῦσαι, τὰς δὲ περὶ εἱμαρμένης οὐ μόνον τῶν πολλῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν χρησμῳδῶν, τῶν θαυμαστῶν θεῶν, τὰς δόξας ψευδεῖς οὔσας ἀπελέγχουσαι. καὶ τῶν μὲν πρὸς τοὺς γενναίους χρησμοὺς κυνικώτερον ἀποταθέντων, τῶν δὲ πρὸς τοὺς θαυμαστοὺς φιλοσόφους παρὰ τῶν αὐτοῖς γνωρίμων ἀντειρημένων, ὥρα καὶ τῶν ἐξ ἀστρολογίας πρὸς τοὺς Χαλδαΐζοντας τῶν τὴν κακότεχνον ταύτην γοητείαν ὡς ἐν μέρει μαθήματος ἐπαγγελλομένων τοὺς λόγους ἐπισκέψασθαι· παραθήσομαι δέ σοι καὶ τῶνδε τὰς ἀποδείξεις ἐξ ἀνδρὸς Σύρου μὲν τὸ γένος, ἐπ' ἄκρον δὲ τῆς Χαλδαϊκῆς ἐπιστήμης ἐληλακότος. Βαρδησάνης