137
εὐλόγως ἄρα καὶ Ναβουχοδονόσωρ ἄν τις τὸν αὐτὸν ὑπολάβοι Ξέρξην, οὗ κατὰ τὸ ιηʹ ἔτος ὁ Ὁλοφέρνης ἐξαπεστάλη κατὰ πάσης Συρίας καὶ Αἰγύπτου, ὡς ἐκεῖσε γέγραπται. Οὗτος καὶ τὴν Αἴγυπτον τυραννήσασαν ἐπὶ τοῦ πατρὸς αὐτοῦ ∆αρείου καθυπέταξε καὶ τὰς Ἀθήνας ἐνέπρησε σὺν πολλαῖς μυριάσι καὶ ναυτικῷ μεγίστῳ παραγενόμενος εἰς Ἑλλάδα· ὃς εἰσελθὼν τὰς Θερμοπύλας καὶ κατελθὼν εἰς Πειραιᾶ τῇ στρατηγίᾳ Θεμιστοκλέους ἐν Ἀρτεμισίῳ καὶ Σαλαμῖνι νίκῃ δεινῶς πράξας μόλις ἐπάνεισιν εἰς τὰ οἰκεῖα, Μαρδόνιον καὶ Μασίστιον στρατηγοὺς καταλείψας σὺν λʹ μυριάσιν ἐν Πλατείαις καὶ Μυκάλῃ πολέμῳ κρατηθέντας κἀκεῖσε διαφθαρέντας πολλά τε βουληθέν τας Ἀθηναίοις σπείσασθαι καὶ μὴ δυνηθέντας. Τότε καὶ Φειδίας ὁ πλάστης καὶ Ἡρόδοτος ἱστορικὸς ἤκμαζον. Κατὰ τοῦτόν φασι πρῶτον γενέσθαι δικάτωρα Ῥωμαίοις Τιβέριον Μάρκιον. Καὶ Μιλτιάδην τὸν στρατηγὸν μετὰ τὴν ἐν Μαραθῶνι κατὰ Περσῶν νίκην ἐκείνην ἀδίκως ὑπ' Ἀθηναίων μέχρι θανάτου δεθῆναι καὶ μηδὲ ταφῆς ἀξιωθῆναι, ἕως Κίμων ἑαυτὸν εἰς τὸν δεσμὸν ὑπὲρ τοῦ πατρὸς ἔδωκε, μόλις ἔπειτα λυθεὶς δι' Ἐλπινίκης ἰδίας ἀδελφῆς ἀνδρὶ πλουσίῳ συναφθείσης διὰ τὴν ὥραν, δι' οὗ καὶ τὸν ἀδελφὸν ἔλυσε Κίμωνα. 302 Περσῶν ςʹ ἐβασίλευσεν Ἀρτάβανος υἱὸς Ξέρξου μῆνας ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εμηʹ. Περσῶν ζʹ ἐβασίλευσεν Ἀρταξέρξης Ξέρξου ὁ λεγόμενος Μακρόχειρ ἔτη μαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εμθʹ. Ἐν ἔτει ζʹ βασιλεύοντος τοῦ Ἀρταξέρξου ἐν τῷ εʹ μηνὶ ἀνέβη Ἔσδρας ὁ ἱερεὺς καὶ νομοδιδάσκαλος μετὰ πολλῶν αἰχμαλώτων ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ, χρυσοῦ ταλάντων ρʹ καὶ ἀργυρίου ταλάντων χνʹ καὶ λοιπῶν σκευῶν χρυσῶν καὶ ἀργυρῶν καὶ χαλκῶν ἐκλεκτῶν, ὡς γέγραπται ἐν αʹ καὶ βʹ βίβλῳ αὐτοῦ, ὅτι ὁ θεὸς ἔδωκεν ἐν καρδίᾳ τοῦ βασιλέως τοῦ δοξά σαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἱερουσαλήμ, καὶ ἔδωκεν αὐτῷ χάριν ἐνώπιον Ἀρταξέρξου καὶ τῶν ἑπτὰ συμβούλων καὶ πάντων ἀρχόντων τῶν αὐτοῦ. καὶ ἔγραψε πᾶσι τοῖς ἄρχουσι καὶ γαζοφύλαξι Συρίας καὶ Φοινίκης διδόναι πᾶν ὃ ἂν γένηται εἰς χρείαν τοῦ ἱεροῦ καὶ προστάξῃ Ἔσδρας ἕως ταλάντων ρʹ ἀργυρίου καὶ σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ ἁλὸς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου πρὸς τὸ τελεῖσθαι, φησί, τῷ θεῷ τῷ ὑψίστῳ ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ, καὶ μηδένα ἄλλον ἄρχειν τοῦ Ἰουδαίων ἔθνους πλὴν Ἔσδρα τοῦ ἀρχιερέως, καὶ καθηγεῖσθαι αὐτὸν ἐν τοῖς νομίμοις, καὶ ὅσα ἐκεῖσε γέγραπται λοιπὰ περί τε τοῦ κολάζειν αὐτὸν τοὺς παραβαίνοντας τὸν νόμον κυρίου, θανατοῦν τε καὶ ἀτιμάζειν καὶ ζημίας ἐπάγειν τοῖς ἀξίοις τούτων, καὶ διδάσκειν ἐπιμελῶς τοὺς ἀγνοοῦντας. καὶ εὐλογητός, φησί, μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν μου τοῦ βασιλέως. Ταῦτα καὶ ἕτερα παραπλήσια τούτοις ἔγραψεν Ἀρταξέρξης ἐνισχύων τὸν Ἔσδραν καὶ τοὺς σὺν αὐτῷ· ὁ δ' αὐτὸς θεοφιλέστατος ὢν καὶ ἐπιστή μων τοῦ θείου νόμου παραγενόμενος εἰς Ἱερουσαλὴμ τοσαύτην ἀκρίβειαν περὶ τὴν φυλακὴν τῶν θείων ἐντολῶν ἐπεδείξατο ὥστε πάντα τὸν λαὸν συμμιχθέντα γυναιξὶν ἀλλοφύλοις καὶ αὐτοὺς τοὺς ἱερεῖς καὶ Λευίτας παρὰ τὸν Μωυσέως νόμον ἀποζεῦξαι τῆς αὐτῶν συζυγίας, ὅπερ οὐδεὶς ἄλλος τῶν πρὸ αὐτοῦ φαίνεται δράσας. Οὗτος παρ' ὅλην τὴν συγγραφὴν αὐτοῦ ἀρχιερέως ἄλλου οὐ μέμνηται ἢ ἑαυτοῦ. ἑαυτὸν δὲ ἱερέα γενεαλογεῖ υἱὸν Ἀζαρέου τοῦ Ἐζερίου τοῦ 303 Χελκίου τοῦ Σαλήμου τοῦ Σαδδοῦ τοῦ Βοκοκὰ τοῦ Ἀβασαὶ τοῦ Φινεὲς τοῦ Ἐλεάζαρ τοῦ Ἀαρὼν τοῦ πρώτου ἱερέως. Ταῦτα ἐν τῷ αʹ βιβλίῳ διὰ ιʹ γενεῶν ἑαυτὸν καταγαγών, ἐν δὲ τῷ βʹ διὰ ιςʹ γενεῶν οὕτως ἑαυτὸν γενεαλογεῖ· Ἔσδρας υἱὸς Σαρείου υἱοῦ Ἀζαρίου υἱοῦ Ἐλκία υἱοῦ Σελοὺμ υἱοῦ Σαδδοὺκ υἱοῦ Ἀχιτὼβ υἱοῦ Σαμαρεία υἱοῦ Ἐσδρία υἱοῦ Μαρεὼθ υἱοῦ Ζαρέα υἱοῦ Ὀζεὶ υἱοῦ Βοκκεὶ υἱοῦ Ἀβισουὲυἱοῦ Φινεὲς υἱοῦ Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πρώτου. Καὶ ἀρχιερεὺς δὲ ἐν τέλει τοῦ αʹ βιβλίου αὐτοῦ φέρεται, ἐν οἷς γέγραπται ὅτι «καὶ εἶπεν Ἀταράτης Ἔσδρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ