137
προσηκόντων, ἐκείνῳ μὲν τρεῖς παρέσχετο τριήρεις, ὥσπερ ᾐτεῖτο, αἷς ἐνθέμενος ὅση ἦν αὐτῷ περιουσία, ἦλθεν εἰς Γαλατᾶν. ιγʹ. Αὐτὸς δὲ ὅσα ἐξῆν πρὸς φυλακὴν ἐξαρτυσάμενος τῆς νήσου, ἄρας ἐκεῖθεν ταῖς λοιπαῖς ναυσὶν, ἦλθεν εἰς Φώκαιαν τὴν παλαιὰν, οὖσαν ὑπήκοον Ῥωμαίοις· καὶ ἀπόβασιν ποιησάμενος ἐφ' ἡμέρας τινὰς συνεγένετο Σαρχάνῃ, τῶν κατὰ τὴν Ἰωνίαν ἄρχοντι Περσῶν ἐκεῖσε γενομένῳ καὶ μετὰ τῆς προσηκούσης αὐτῷ προσελθόντι μετριότητος καὶ, οἷον εἰπεῖν, δουλείας. ὃν καὶ δώροις φιλοφρονησάμενος ὁ βασιλεὺς μεγαλοπρεπῶς, ἀπέστειλεν ἔνσπονδον Ῥωμαίοις. Αἰτίνης δὲ καὶ αὐτὸς Καρίας ὢν σατράπης, πρὸς βασιλέα μὲν οὐ παρεγένετο ὑπὸ νόσου χρονίου κωλυθείς· τῶν ὑπ' αὐτὸν δὲ Περσῶν οὐκ ὀλίγους πέμψας ἅμα δώροις πρὸς βασιλέα, τὴν νόσον, ὡς ὑπ' αὐτῆς κεκωλυμένος, ᾐτιᾶτο, προσκυνῆσαι βασιλέα. βασιλεὺς δὲ λόγοις τε εὐχαριστήσας καὶ δώροις ἀμειψάμενος αὐτὸν, ἀπέστειλε τοὺς ἐλθόντας. ἐκεῖθεν δὲ ἐξελθὼν, εἰς Φώκαιαν τὴν νέαν ἦλθεν. αὕτη δὲ Ῥωμαίους μὲν οἰκοῦντας εἶχεν· ἐξ αἰτίας δέ τινος ὥσπερ Ζαχαρίας 1.389 Χίου, οὕτω δὴ καὶ αὐτῆς Ἀνδρέας Κατανίας ἐκ Γεννούας κρατήσας, ἀκρόπολίν τε οἰκοδομησάμενος καὶ κατασχὼν φρουρᾷ, τῆς ἄλλης πόλεως ἦρχεν ἀσφαλῶς. τότε μὲν οὖν Ἀνδρέας οὐ παρῆν, ἀλλ' εἰς Γέννουαν κατά τινα χρείαν ἀπεδήμει. Ἀρῆγος δὲ Ταρταρὼ, ὃς ἦν Ἀνδρέου θεῖος, Φωκαίας ἦρχεν ἀντ' αὐτοῦ· ὃς ἰδὼν τὸν βασιλέα προσιόντα, Φωκαίας τε ἐπέσπευδεν εἰς ὑπάντησιν βασιλέως ἐξελθεῖν, ἀνοίξας τὰς πύλας, καὶ αὐτὸς ἅμα σὺν αὐτοῖς ἐξῆλθε καὶ προσεκύνει βασιλέα. ἐπεὶ δὲ γένοιτο ἐντὸς τειχῶν, τοὺς τὴν ἀκρόπολιν φρουροῦντας ἦσαν δὲ ἐκ Γεννούας Λατῖνοι, ἐξελθόντας ἐκέλευε βασιλεῖ παραδιδόναι. οἱ δὲ ἐξήρχοντό τε προσκυνοῦντες, καὶ παρεδίδοσαν τὴν ἄκραν. βασιλεὺς δ' ἐν αὐτῇ δύο αὐλισάμενος ἡμέρας, εἰς τὴν τρίτην ἅμα ἕῳ τὸν Ἀρῆγον μεταπεμψάμενος, καὶ τὰ κλεῖθρα τῆς πόλεως τοὺς τοὺς πελέκυς ἔχοντας βαράγκους κελεύσας ἀγαγεῖν τούτους γὰρ ἔθος τὰ κλεῖθρα τῶν πόλεων ἔνθα ἂν ἐπιδημοίη βασιλεὺς, κατέχειν, Ἀρήγῳ ἐκέλευε παραδιδόναι, πρὸς αὐτὸν εἰπὼν, ὡς «νῦν μὲν εἰς Φώκαιαν ἐμοὶ ὑπήκοον οὖσαν ἐλθὼν, ἔμεινα ἐφ' ὅσον ἠβουλόμην. αὖθις δὲ ἐξερχόμενος, τὴν πόλιν παραδίδωμί σοι, καὶ διὰ σοῦ τῷ Ἀνδρέᾳ, ὥστε ἄρχειν αὐτῆς ὥσπερ καὶ πρότερον ἐπιτροπεύοντα καθ' ὅσον ἂν χρόνον ἐμοὶ βουλομένῳ ᾖ.» δώροις τε αὐτὸν καὶ τοὺς τὴν ἄκραν φρουροῦντας φιλοφρονησάμενος, καταλιπὼν ἐκεῖ πολλὰς αὐτῷ τῆς εὐεργεσίας 1.390 χάριτας ὁμολογοῦντας, ἄρας σὺν ἅμα παντὶ τῷ στόλῳ ἦλθεν εἰς Βυζάντιον καὶ διέλυσε τὴν στρατιάν. ὀλίγον δὲ ἐνδιατρίψας Βυζαντίῳ χρόνον, ἐξελθὼν ἐκεῖθεν, ἦλθεν εἰς ∆ιδυμότειχον. ἔνθα διατρίβοντι ἠγγέλθη ὡς ἐκ τῆς ἕω στρατιὰ Περσῶν πεζὴ περαιωθεῖσα ἑβδομήκοντα ναυσὶ, τὰ περὶ Τραϊανούπολιν ληΐζεται καὶ Βήραν. συμβέβηκε δὲ διὰ τὸν εἰς Χίον ἀπόπλουν πάντων οἴκαδε διαλυθέντων ἀναπαύλης χάριν, βασιλέα ἅμα δομεστίκῳ τῷ μεγάλῳ σὺν ὀλίγοις τισὶν εἶναι στρατιώταις· ὅσους δὲ ἐνῆν ὡς τάχιστα συναγαγόντες ἐκ τῶν πέριξ πόλεων, ἀπροσδοκήτως ἐπέθεντο τοῖς Πέρσαις, καὶ μάχῃ κρατήσαντες παρὰ πολὺ, τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ καὶ εἷλον ζῶντας. ὅσοι δὲ ἠδυνήθησαν διαφυγεῖν, ἐμβάντες εἰς τὰς ναῦς, ἐπεὶ τοτηνικάδε ναυτικὴ δύναμις οὐκ ἦν Ῥωμαίοις παρεσκευασμένη ἐπεραιώθησαν πρὸς ἕω· καὶ ὁ βασιλεὺς μετὰ τὴν νίκην εἰς Ἀδριανούπολιν ἐπανῆλθεν. Μπενέτος δὲ ὁ Μαρτίνου ἀδελφὸς ἐκ Χίου κατασχὼν εἰς Γαλατᾶν, γνώμην ἔχων ὡς ἢν δύνηται ἀμυνούμενος βασιλέα, τριήρεις ἐκ Γεννούας εὑρὼν ἐφορμούσας ὀκτὼ, τὰ ὄντα πάντα διαθέμενος, πείθει μισθῷ τοὺς τριηράρχας, αὐτῷ κατὰ Χίου συνεκπλεῦσαι, ἐλπίσας αἱρήσειν ῥᾳδίως, ὡς βασιλέως οὐ ταχέως βοηθήσοντος, τῆς ναυτικῆς αὐτῷ δυνάμεως διεσκεδασμένης. ἐπεὶ δὲ προσέσχον τῇ Χίῳ, ἀπέβαινόν τε τῶν νεῶν καὶ ὁπλισάμενοι ἐχώρουν πρὸς τὴν πόλιν ὡς τῶν τειχῶν ἀποπειράσοντες. Χῖοι δὲ ἐξελθόντες πανδημεὶ ἐκράτησάν τε 1.391 μάχῃ τῶν Λατίνων, καὶ φεύγοντας αἰσχρῶς ἐνέβαλον εἰς τὰς ναῦς· ἀπέκτειναν δὲ αὐτῶν