137
κατεκλείσθησαν. εἰς λόγους δ' ἐλθόντες οἱ ἀδελφοὶ λύουσι τὴν εχθραν, ωστε βασιλεύειν μὲν ̓Αριστόβουλον, ̔Υρκανὸν δὲ ζῆν ἀπραγμόνως. ορκοις ουν ἐμπεδώσαντες τὰς συνθήκας ἀνεχώρησεν ὁ μὲν εἰς τὰ βασίλεια, εἰς δὲ τὴν οἰκίαν ̓Αριστοβούλου ὁ ̔Υρκανός. ̓Αντίπατρος δέ τις ̓Ιδουμαῖος, φίλος ων ̔Υρκανοῦ, στασιώδης δὲ καὶ δραστήριος καὶ εὐπορῶν χρημάτων πολλῶν, λάθρᾳ τοῖς δυναστεύουσι τῶν ̓Ιουδαίων διαλεγόμενος, καὶ πρὸς ̔Υρκανὸν διαβάλλων τὸν ̓Αριστόβουλον ὡς κτεῖναι αὐτὸν βουλευόμενον, πείθει πρὸς ̓Αρέταν τὸν ̓Αράβων βασιλέα φυγεῖν. καὶ πέμπει τὸν ̓Αντίπατρον πρὸς ̓Αρέταν ὁ ̔Υρκανός,πίστεις ληψόμενον ὡς οὐκ ἐκδώσει αὐτὸν τοῖς ἐχθροῖς προσελθόντα αὐτῷ. λαβὼν δὲ πίστεις ὑπέστρεψεν ὁ ̓Αντίπατρος, καὶ συμπαρειληφὼς τὸν ̔Υρκανὸν νύκτωρ ηκεν αγων αὐτὸν εἰς τὴν καλουμένην Πέτραν πρὸς τὸν ̓Αρέταν. παρεκάλει ουν ὁ ̔Υρκανὸς αὐτὸν καταχθῆναι παρ' αὐτοῦ εἰς τὴν ̓Ιουδαίαν καὶ εἰς τὴν βασιλείαν ἀποκαταστῆναι, ὑπισχνούμενος, εἰ ταῦτα γένοιτο, δώσειν αὐτῷ τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις ας ̓Αλέξανδρος ὁ πατὴρ αὐτοῦ τῶν ̓Αράβων ἀφείλετο. καὶ ὁ ̓Αρέτας ἐστράτευσεν ἐπὶ τὸν ̓Αριστόβουλον, καὶ τῆς μάχης κρατεῖ. πολλῶν ουν πρὸς ̔Υρκανὸν αὐτομολησάντων εἰς ̔Ιεροσόλυμα ὁ ̓Αριστό1.345 βουλος εφυγε. καὶ ὁ Αραψ τῷ ἱερῷ προσβαλὼν ἐπολιόρκει τὸν ̓Αριστόβουλον, προστιθεμένου καὶ τοῦ δήμου τῷ ̔Υρκανῷ, μόνων τῶν ἱερέων τῷ ̓Αριστοβούλῳ παραμενόντων. ̓Ονίαν δέ τινα δίκαιον ανδρα καὶ θεοφιλῆ, ος αὐχμοῦ ποτε γενομένου εὐχῇ τὸν θεὸν δυσωπήσας ελυσε τὴν ἀνομβρίαν, ἠξίουν οἱ ̓Ιουδαῖοι ευξασθαι κατὰ ̓Αριστοβούλου καὶ τῶν μετ' αὐτοῦ· ὁ δ' οὐκ ἐπείθετο. ὡς δὲ ἐβιάσθη, "ω θεὲ βασιλεῦ τῶν ολων" ειπεν, "οτι καὶ οἱ μετ' ἐμοῦ ἑστηκότες σοί εἰσι, σοὶ δὲ καὶ οἱ πολιορκούμενοι ἱερεῖς, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ἐπαρήξῃς μήτε μὴν κατ' ἐκείνων τούτοις." καὶ αὐτίκα τὸν ανδρα περιστάντες κατέλευσαν. οὐκ εἰς μακρὰν δὲ τὸ θεῖον δίκας τῆς ἀσεβείας αὐτοὺς εἰσεπράξατο, πνεύματος βιαίου πνεύσαντος καὶ τὸν τῆς χώρας καρπὸν διαφθείραντος. Πεμφθεὶς δὲ παρὰ Πομπηίου ἐν ̓Αρμενίᾳ πολεμοῦντος Τιγράνῃ Σκαῦρος εἰς Συρίαν πρέσβεις ἐδέξατο παρά τε ̓Αριστοβούλου καὶ ̔Υρκανοῦ, συμμαχεῖν ἀξιοῦντος ἑκατέρου. λαβὼν ουν ὑπ' ̓Αριστοβούλου τετρακόσια τάλαντα αὐτῷ προσετέθη. καὶ κελεύσας ἀναχωρεῖν τὸν ̓Αρέταν η πολέμιον ̔Ρωμαίων κριθήσεσθαι, ελυσε τὴν πολιορκίαν. ης λυθείσης ὁ ̓Αριστόβουλος ἐπὶ ̓Αρέταν καὶ ̔Υρκανὸν ἐξεστράτευσε, καὶ συμβαλὼν νικᾷ. μετ' οὐ πολὺ δὲ Πομπηίου ἀφικομένου εἰς ∆αμασκόν, ηκον πρέσβεις πολλαχόθεν τε καὶ ἐξ ̓Ιουδαίας, δῶρον ἐξ ̓Αριστοβούλου μέγα κομίζοντες, αμπελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων. ταύτην φησὶν ὁ ̓Ιώσηπος ἐν ̔Ρώμῃ θεάσασθαι, τῷ Καπιτω1.346 λίῳ ἀνατεθειμένην ∆ιί. καὶ αυθις ηκον πρὸς αὐτὸν ̓Αντίπατρος μὲν ὑπὲρ ̔Υρκανοῦ, ὑπὲρ δὲ ̓Αριστοβούλου Νικόδημος. ὁ δὲ αὐτοὺς ἐλθεῖν τοὺς διαμφισβητοῦντας ἐκέλευσεν. ἀφικομένων δέ γε εἰς ∆αμασκὸν τῶν ̓Ιουδαίων καὶ τῶν ἡγεμόνων αὐτῶν, οἱ μὲν ἠξίουν μὴ βασιλεύεσθαι· πάτριον γὰρ ειναι αὐτοῖς παρὰ τῶν ἀρχιερέων αρχεσθαι, τούτους δὲ τοῦ γένους οντας ἐκείνου εἰς βασιλείαν τὴν ἀρχὴν μεταθεῖναι· ̔Υρκανὸς δὲ κατηγόρει τοῦ ἀδελφοῦ, οτι τῆς ἀρχῆς αὐτῷ νεμηθείσης διὰ τὴν πρεσβυγένειαν ὑπ' ἐκείνου ταύτην ἀφῄρητο, καὶ αλλα κατ' αὐτοῦ συνείρων πολλὰ αἰτιάματα. συνεφθέγγοντο δὲ αὐτῷ ταῦτα λέγοντι καὶ τῶν δοκιμωτάτων ̓Ιουδαίων πλείους η χίλιοι, ̓Αντιπάτρου παρασκευάσαντος. ̓Αριστόβουλος δὲ τοῦ μὲν ἐκπεσεῖν τὸν ̔Υρκανὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν αἰτίαν εἰσῆγεν, απρακτον ουσαν καὶ διὰ τοῦτο εὐκαταφρόνητον· αὐτὸς δ' ἐξ ἀνάγκης ελεγεν αὐτὴν ὑπελθεῖν, φόβῳ τοῦ μὴ πρὸς αλλους γενέσθαι αὐτήν· ὀνομάζεσθαι δὲ οπερ καὶ ὁ πατήρ. Πομπήιος δὲ βίαν μὲν κατέγνω ̓Αριστοβούλου, πρᾴως δὲ τότε προσομιλήσας αὐτοῖς ἡσυχίαν τέως αγειν ἐκέλευσεν, ἐλθὼν δ' εἰς τὴν χώραν διατάξειν εκαστα ἐπηγγέλλετο. οὐκ ἀναμείνας μέντοι ὁ ̓Αριστόβουλος εἰς τὴν ̓Ιουδαίαν ἀπῆρε. καὶ ὀργισθεὶς ὁ Πομπήιος ἐστράτευσε κατ'