137
ἐοικός. εχουσα δοθίωνα ὑποφυόμενον αρτι. ∆οκησίσοφοσ. ὁ οἰηματίας. ∆οκησίφρων. μωρόσοφος. ∆οκιμαστῆρεσ. οἱ ἐτασταί. ∆όλωνεσ. τὰ μεγάλα αρμενα. ∆όλοψ. κατάσκοπος. ∆όλοπεσ. εθνος Θετταλικόν. ∆όλοσ. κακοποιΐα λαθραία ἐν προσωποποιήσει τῶν βελτιόνων τῷ πλησίον προσφερομένη. ειρηται δὲ δόλος παρὰ τὸ δέω τὸ δεσμεύω, ὁ συνδῶν τοὺς ἁλισκομένους. καὶ Ομηρος· ἀλλὰ σφῶε δόλος καὶ δεσμὸς ἐρύξει. καὶ ὡς χέω χόλος, θέω θόλος, ουτως δέω δόλος. η παρὰ τὸ δηλῶ τὸ βλάπτω, δῆλος, ὁ δηλούμενος καὶ βλάπτων, καὶ τροπῇ τοῦ ˉη εἰς ˉο δόλος. ∆όλιχοσ. τὸ ἱπποδρόμιον. στάδιον δὲ ὁ ὀρθὸς δρόμος. delta.559 ∆ολιχαδρόμον. οὐ δολιχοδρόμον. χαίρουσι γὰρ τῷ ˉα οἱ ̓Αττικοί. ∆ολομῆτα. δόλια βουλευόμενε. τὰ εἰς ˉηˉς βαρύτονα παραλήγοντα καὶ εἰς ˉα τὴν κλητικὴν εχοντα, περισπᾶται, οιον· ἀγκυλομῆτα, πεδῆτα, δολομῆτα, πλὴν τοῦ ἀκάκτα. ∆ομεστίκοι. οἱ τῶν ̔Ρωμαίων ἱππεῖς. η κατὰ ̔Ρωμαίους οἰκειακοὶ στρατιῶται. ∆όμοσ. παρὰ τὸ δέμω δόμος, ὡς νέμω νόμος. ∆όνοσ. ἡ ταραχή. ∆όνακεσ. οἱ κάλαμοι. ∆ορπηστόσ. δείπνου ωρα. καὶ δόρπιστος διὰ τοῦ ι. ∆όρποσ. ὁ δεῖπνος. κυρίως ἡ περὶ τὴν ἑσπέραν ἑστίασις. παρὰ τὸ ερπειν ἡμᾶς εἰς τὸ ἰαύειν, ο ἐστι κοιμᾶσθαι η κοιμηθῆναι. ουτως Ωρος ὁ Μιλήσιος. η δόρπος, οτι ἐπὶ δερμάτων καθεζόμενοι ἐσιτοῦντο. η παρὰ τὸ δρέπεσθαι τοῖς ὀδοῦσιν. ἐγὼ δὲ ευρον σχόλιον παρακείμενον ἐν βῆτα ̓Ιλιάδος· δόρπον εἰρῆσθαι παρὰ τὸ οἱονεὶ παύεσθαι τηνικαῦτα τοὺς πολεμοῦντας τοῦ δόρατος, ο ἐστι τοῦ πολέμου, καὶ ἡσυχάζειν. η παρὰ τὸ δρέπεσθαι τοὺς πόνους. ∆ορυμήστωρ. εμπειρος τὰ πολεμικά. ∆ορυάλωτοσ. αἰχμάλωτος. ὁ διὰ τοῦ δόρατος ἁλωτός. ∆ορυφόροσ. ὁπλοφόρος, †ὑπασπιστής.† delta.560 ∆ορύκτητοσ. ὁ αἰχμάλωτος, ὁ κτητὸς γεγονὼς διὰ τοῦ δόρατος. ∆ορύκλειτον. ενδοξον. ∆όριλλοσ. τὸ γυναικεῖον αἰδοῖον. ∆ουλιχόδειρος η δολιχόδειροσ. ὁ μακροτράχηλος. δειρὴ γὰρ ὁ τράχηλος, καὶ δολιχὸν τὸ μακρόν. ∆οῦποσ. ψόφος, κτύπος. καὶ δοῦπος θάνατος μετὰ ψόφου. οἱονεὶ δέους οπα εχων. η ὁ δέος ἐμποιῶν. ὠνοματοπεποίηται δὲ ἡ λέξις. ἐξ ου καὶ τό· δούπησεν δὲ πεσών--. ∆οῦλοσ. οργανον εμψυχον παρὰ τὴν δύην, τὴν κακοπάθειαν. η παρὰ τὸ δέω τὸ δεσμεύω δέελος καὶ δοῦλος. η παρὰ τὸ δέω τὸ ἐλλείπω, δέος καὶ δοῦλος, ὁ ἐλλείπων τῇ ἀρετῇ, ὡς φησὶν ὁ ποιητής· Ημισυ γὰρ τῆς ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ̓Ανέρος, ευτ' αν μιν κατὰ δούλιον ημαρ αλοισιν. ∆ούρειος ιπποσ. ξύλινος. ∆ουρίληπτοσ. ὁ αἰχμάλωτος, ὁ ληπτὸς καὶ κρατητὸς διὰ τοῦ δόρατος. ∆οῖδυξ. κοχλιάριον. παρὰ τὸ δαδύσσω τὸ ταράσσω. καὶ δοιδυκοποιός. ∆οιοί. ἀντὶ τοῦ δύο. ὡς τό· ∆οιοὶ γάρ τε πίθοι κατακείαται ἐν ∆ιὸς ουδει-. delta.561 †∆οκίασ. εστιν ἀστροειδὴς κοντὸς ηγουν δοκὸς, τὴν πυρώδη ἐπὶ τὰ ανω ἐκπέμπων ἀκτῖνα.† ∆όκιμον. οιον ἀνεπίληπτον. καὶ ὁ ̓Απόστολος· τὸν δόκιμον ἐν Χριστῷ. (Θηλυκόν.) ∆όβηρα. ονομα πόλεως. ∆οιαί. αἱ δύο. ∆όκησισ. τὸ μὴ ον νομιζόμενον. ∆όκησις ἀληθείασ. περιφραστικῶς ἡ ἀλήθεια. ∆οκίδεσ. αστρων ὀνόματα. ∆οκόσ. τὸ τὴν στέγην ἀνέχον ξύλον η πατερόν. παρὰ τὸ δέχω, δέχομαι, δοκός· ἡ δεχομένη τὰ ἐπιτιθέμενα βάρη. ∆ολιχαύλουσ. τὰς μακροὺς αὐλοὺς ἐχούσας. αὐλὸς δὲ τὸ κοῖλον τῆς ἐπιδορατίδος, εἰς ο ἐντίθεται τὸ ακρον ξύλον· αὐτὸ δὲ τὸ ξύλον καυλὸς λέγεται. ∆όλιχοσ. τὸ ἱπποδρόμιον. εστι δὲ ὁ δόλιχος εικοσι στάδια. γράφεται καὶ ὁ δόλιχος ἐπὶ ἀρσενικοῦ. ∆ολώνεια. ονομα πόλεως. ∆όμησισ. ἡ οἰκοδομή. ∆όξα. ὁ περὶ πολλῶν επαινος. δόξα καὶ ἡ ὑπόνοια. διττή ἐστιν ἡ δόξα· η γὰρ μετὰ λόγου ἐστὶ η ανευ λόγου. καὶ ανευ λόγου ἐστὶν, ὡς οταν τὶς τὴν λογικὴν ψυχὴν δοξάζῃ ἀθάνατον ειναι, μὴ λέγων αἰτίαν. μετὰ λόγου δὲ, ὡς οταν τὶς τὴν λογικὴν ψυχὴν δοξάζῃ ἀθάνατον ειναι, λέγων αἰτίαν. καὶ ἰστέον, οτι δόξα μετὰ λόγου ἐστὶ τὸ συμπέρασμα τῆς προτάσεως. λέγω δὴ τό· ψυχὴ ἀθάνατός ἐστι· τοῦτο γὰρ ολαι αἱ προτάσεις συνεπέραιναν. διὸ καὶ δόξα μετὰ delta.562 λόγου λέγεται. η δόξα ἐστὶ γνῶσις κατὰ περάτωσιν διανοίας ἐπιγινομένη, η ἀποπεράτωσις τῆς διανοίας η αλλου η αὐτοῦ δοξάζοντος. οιον ἐδόξασεν ὁ δεῖνα, οτι ὁ οὐρανὸς τῆς γῆς ἐστὶ μείζων· αλλος, οτι ἡ