εὑρήσεις τὸ περίμετρον τοῦ μετρουμένου τόπου καὶ οὕτω τύχῃς τοῦ σκοποῦ καὶ οὐ ἀστοχήσεις μέτρου. 59 Περὶ τῶν δώδεκα ἀνέμων διὰ στίχων πολιτικῶν Ἄνεμοι δώδεκά εἰσι, καὶ μάθε τούτων κλήσεις· ἀπηλιώτης εὖρός τε, εὐρόνοτος καὶ νότος, λιβόνοτος, λὶψ ἔπειτα, ζέφυρος καὶ θρασκίας (τινὲς ἀντὶ θρασκίου δὲ λέγουσι τὸν ἀργέστην) καὶ ἀπαρκτίας καὶ βορρᾶς καὶ μέσης καὶ καικίας. Ὅθεν δὲ τούτων ἕκαστος πνέει μαθεῖν εἰ χρῄζεις, τοῖς λεγομένοις πρόσεχε, καὶ τοῦ σκοποῦ σου τύχῃς. ἂν στῇς ὡς πρὸς ἀνατολὰς τὰς τοῦ ἡλίου βλέπων, τὰ δὲ ὀπίσθια τὰ σὰ ὦσί γε πρὸς τὴν δύσιν, πνεῖν ἐξ αὐτῆς ἀνατολῆς ἀπηλιώτην νόει κατὰ τὴν χώραν τῶν Ἰνδῶν, καὶ μετ' αὐτὸν τὸν εὖρον· πρὸς χεῖρα δὲ σὴν δεξιὰν καὶ δεξιὰ Ἰνδίας ἕξεις γε τὸν εὐρόνοτον, ὃς ἐκ Περσίδος πνέει καὶ τῆς θαλάσσης Ἐρυθρᾶς, πρὸς δὲ καὶ Ἀραβίας. ὁ νότος δ' ἐν Αἰθίοψιν αὐτοῖς καὶ Αἰγυπτίοις, τοῖς περὶ ἕω λέγω δέ, τὰς ἐκπνοὰς ποιεῖται· λιβόνοτος Λιβύην δὲ καὶ Αἴγυπτον χωρίζει· ὁ λὶψ δὲ κεῖται μετ' αὐτόν, πρὸς δύσιν τῆς Λιβύης, τὰ δεξιὰ πεπληρωκὼς γῆς μέρη τὰ πρὸς λίβα. ζέφυρος ἐναντίως δὲ ἀπηλιώτῃ πνέει, ἐκ τῶν Γαδείρων τε αὐτῶν καὶ Ἱσπανῶν Ἰβήρων. τὸν ζέφυρον τῆς ὄπισθεν σῆς ῥάχεως ἐπέγνως. νῦν δ' ἐκ τῶν ὄπισθεν μερῶν καὶ τῶν ἀριστερῶν τε πρὸς τὴν ἑῴαν χώρει μοι πάλιν ἐκ τοῦ θρασκίου· θρασκίας πνεῖ τὴν Βρεττανῶν καὶ Τυρσηνίδα χώραν, Ῥωμαίους δὲ καὶ Γερμανοὺς καὶ ἕτερα χωρία. μετὰ θρασκίαν δὲ αὐτὸν ὁδεύοντι πρὸς ἕω περὶ τὴν Θούλην ἄνεμος ὁ ἀπαρκτίας πνέει, συσφίγγοντες ἀμφότεροι Ῥωμαίους Ἰταλούς τε. μετ' ἀπαρκτίαν ὁ βορρᾶς Σκύθαις καὶ τῷ Εὐξείνῳ τοῖς Ὑρκανοῖς δὲ καὶ Κολχοῖς ὁ μέσης περιπνέει, καικίας δὲ τοῖς Ἡμωδοῖς ὄρεσι περιπνέει, ἃ κεῖται τοῖς ἀριστεροῖς μέρεσι τῆς Ἰνδίας. Οὕτως ἡμῖν ἠκρίβωται τὸ τῶν ἀνέμων γένος καὶ πρὸς τὸ καθαρώτερον ἐγράφη καὶ σαφές τε, ὅπως εἰδότες ἀκριβῶς τὰς τούτων ἐπικλήσεις καὶ πόθεν τούτων ἕκαστος καὶ ποίας ἐκπνεῖ χώρας γινώσκητέ μοι χάριτας ἀνθ' ὧν ὑμῖν εὐλήπτως σαφῶς τε παραδέδωκα τὴν περὶ τούτων γνῶσιν. 60 Τοῦ λογιωτάτου Ψελλοῦ περὶ λουτροῦ Πολλῶν τὸ λουτρὸν αἴτιον δωρημάτων· χυμὸν κατασπᾷ, φλέγματος λύει πάχος, χολῆς περιττὸν ἐκκενοῖ τῶν ἐγκάτων, τὰς θελξιπίκρους κνησμονὰς καταστέλλει. τὴν βλεπτικὴν αἴσθησιν ὀξύνει πλέον, ὤτων καθαίρει τοὺς πεφραγμένους πόρους, μνήμην φυλάττει, τὴν δὲ λήθην ἐκφέρει, τρανοῖ δὲ τὸν νοῦν πρὸς νοήσεις εὐθέτους. Ὅλον τὸ σῶμα πρὸς κάθαρσιν λαμπρύνει, ψυχῆς τὸ κάλλος προξενεῖ πλέον λάμπειν, τοῖς εὐσεβῶς μάλιστα τούτῳ χρωμένοις δι' ἀσθένειαν σαρκίου πολυνόσου. λούεσθε τοίνυν εὐσεβῶς, καθὼς θέμις μὴ σπαταλικῶς (καὶ γὰρ ἐγγὺς ἡ κρίσις), ἀλλ' ὡς μοναχῶν φαρμάκῳ κεχρημένοι. οὕτω γὰρ εὗρε Σολομῶν εὐμηχάνως, θυμηδίαν τε καὶ παράκλησιν φέρων σκάφαις βροτοῖς πρὶν ἀφρόνως λελουμένοις. 61 Ὀνομασία τῶν μελῶν τοῦ ἀνθρώπου Ὀνόμαζέ μοι ἀετοὺς τὰς φλέβας τῶν κροτάφων, τὰς δ' ἀρτηρίας ἤριγγας, ἄλλοι πάλιν ἀόρτας. κέβλην τὴν κάραν λέγουσι, κύβιτον τὸν ἀγκῶνα, γλήνην τὴν κόρην ὀφθαλμοῦ· γλοῦτοι κοτύλης σφαῖραι. τὸν θώρακα δὲ κίθαρον, κραντῆρας τοὺς ὀδόντας,