15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
τῶν παιδαγωγουμένων ψυχῶν ἢ κυβερνᾶν ταύ τας καὶ διιθύνειν καὶ ἀπὸ πελάγους πρὸς τὸν θεῖον ἀνάγειν πυρσόν, τἆλλά τε ὅσα δὴ ὁ μέγας ἀπόστολος ἀπαριθμησάμενος φαίνεται, αὐτοτελῆ τυγχάνει καὶ ἀπροσδεᾶ τῆς παρ' ἑτέρων συστάσεως· τὸ δὲ γλώσσαις λέγειν, τουτέστιν ἀθρόως μεταβεβλῆσθαι πρὸς τὰς τῶν προσιόντων φω νάς, ὡς νῦν μὲν Βαβυλώνιον, νῦν δὲ Περσίδα, νῦν δὲ Ἀσσύριον ἀφιέναι φωνήν, τοῦτο καθ' ἑαυτὸ μὲν ἔλαττον ἰσχύει, συστὰν δὲ παρὰ τοῦ τῆς ἑρμηνείας χαρίσματος μεγαλωφελὲς τοῖς προσιοῦσιν ἐγένετο. τί γὰρ δὴ ὁ φοιτῶν παρὰ τοὺς προφήτας ὠφέλητο Ἄραψ ὤν, ἐκείνων ὑπεραττικι ζόντων ταῖς λέξεσιν, ἢ τὴν Ἀτθίδα γλῶτταν εἰδώς, ἐκείνων τὴν τῶν Φοινίκων διαλεγομένων; εἰ δ' ὁ τοῦ τῆς ἑρμηνείας ἠξιωμένος χαρίσματος ἐφερμηνεύσειε τὰ λεγόμενα καὶ μεταβάλοι πρὸς ἃ γνοίη ὁ ἀκροώμενος, οὐ καινὸν δὴ τὸ τῶν γλωττῶν ἀπειργάσατο χάρισμα; τοῦτο γοῦν αὐτό φησιν ὅ τε μέγας ἀπόστολος καὶ ἡ θεολόγος φωνή, ὅτι «ἔστι διαφορὰ χαρισμά των, ἄλλου δεομένη χαρίσματος πρὸς διάκρισιν τοῦ βελτίονος», ὥσπερ ἡ τῶν γλωσσῶν τοῦ ταύτας διερμηνεύοντος. Καὶ ἐπειδὴ οἱ μὲν ἄλλοι τῶν ἀξιουμένων τῆς χάριτος ἀντιλαμβανόμενοι τῶν ψυχῶν ἢ κυβερνῶντες ἢ διερμηνεύοντες ἔλαττον ἐφρόνουν ἐπὶ τοῖς χαρίσμασιν, οἱ δὲ διαφόρους διαλέκτους φθεγγόμενοι, ὡς ἐπίδηλον ἐπὶ τῆς γλώσσης τοῦ πνεύματος τὴν ἐπίπνοιαν ἔχοντες, ἐκόμπαζον ἐπὶ τῷ χαρίσματι καὶ προκεκρίσθαι τῶν ἄλλων κατὰ πνευματικὴν ἀξίωσιν ᾤοντο, καταστέλλει τούτους ὁ μέγας ἀπόστολος ὡς ἔλαττον τῇ ἐκκλη σίᾳ λυσιτελοῦντας· ὃ δὴ καὶ ὁ μέγας παρεμφαίνων πατήρ, ἐμοί, φησί, πέντε γένοιτο λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι μετὰ συνέσεως ἢ μυρίους ἐν φωνῇ σάλπιγγος ἀσήμῳ. ἄμφω γὰρ δείκνυσι τὰ χαρίσματα, διὰ μὲν τῶν πέντε φωνῶν τοὺς αὐτόθεν διδάσκοντας καὶ μὴ διαφόροις γλώσσαις προσ ομιλοῦντας, διὰ δὲ τῶν μυρίων καὶ ἀσήμων λόγων τοὺς κατὰ πᾶσαν μὲν γλῶτταν φθεγγομένους, τὸν δὲ θεῖον ὁπλίτην πρὸς τὸν πνευματικὸν πόλε μον οὐκ ἐγείροντας. ὅθεν καὶ παρεγγυᾶται ὁ ἀπόστολος τούτοις δή, ἵν' οὕτως εἴπω, τοῖς γλωττηματικοῖς μὴ πᾶσαν ἐνδιδόναι ἡνίαν τῇ φορᾷ τῶν γλωσσῶν, μηδέ, ἐπειδὰν ἄρξωνται λέγειν, εἰς μακρὸν κατατείνειν λόγον, μέχρις ἂν τὰς πάσας φωνὰς διεξέλθωσιν, ἀλλὰ φθέγγεσθαι μὲν γλώσσαις, ὁπόταν δὴ τὸ πνεῦμα βούλοιτο, ἑτέρου δὲ διερμηνεύειν κινη θέντος ὑπὸ τοῦ πνεύματος, ὥσπερ «σχασαμένους ἱππικὴν» ἵστασθαι. Ἵνα δὲ μή τις εἴπῃ τῶν οὕτω κατεγλωττισμένων ὡς ἐφ' ἑτέρῳ ἡ τοῦ λέγειν ἡνία καὶ οὐ παρ' ἐμοὶ τὸ ἀνασειράζειν ῥυτῆρσι τοῦ λόγου τὸν δρό μον, ἐπάγει ὅτι «τὰ τῶν προφητῶν πνεύματα τοῖς προφήταις ὑποτάσσε ται». οὐ γὰρ παραλλάττει σοι τὴν διάνοιαν τὸ προφητικόν, φησί, χάρισμα οὐδὲ τὸν νοῦν ἐξιστᾷ, οὐδ' ὥσπερ οἴστρῳ βάλλον κορυβαντιᾶν καὶ μεμη νέναι ποιεῖ, εἰς μανιώδη μετάγον κατάστασιν, ὥσπερ τὴν μυθευομένην Ἰνώ, ἣν οὐδὲν ἵστα τοῦ δρόμου, οὐ κοῖλον, οὐκ ὄρθιον, οὐ φάραγξ βαθεῖα καὶ ὕλη συνηρεφής. οὐχ οὕτω τὸ θεῖον πνεῦμα κινεῖ τὴν ψυχήν, ἀλλὰ μεταποιεῖ μὲν ταύτην ἐπὶ τὸ βέλτιον, ἐᾷ δὲ τὴν διάνοιαν, μᾶλλον δὲ ἐφ ιστάνει τῇ γλώττῃ ὥσπερ ἡνίοχον, ἵν', ὅτε μὲν βούλοιτο, πρὸς τὸν δρόμον μυωπίζῃ, ὅταν δ' αὖ ἐθέλοι, ἐπέχῃ τὴν ἡνίαν καὶ τοῦ δρόμου ταύτην ἱστᾷ. ὑποτάσσεται τοιγαροῦν τοῖς προφήταις τὰ πνεύματα, πρὸς τὴν ἐκείνων διάνοιαν καταστελλόμενα ἢ ἐγειρόμενα. τρέχει σοι ἡ γλῶττα ἐκ πρώτης ἀφετηρίας πρὸς τὴν τῶν διαλέκτων νύσσαν; ἀλλ' ἔπεχε ταύτην, ἑτέρου διερμηνεύοντος, ὑποτάττεται γάρ σοι τὸ χάρισμα· ἔπεχε δὲ ἢ καὶ πρὶν ἄρξασθαι, ἢ καὶ βραχύ τι προβάς, ἀλλὰ καὶ ἀκμάζων καὶ πρὸς τῷ καμ πτῆρι τυγχάνων, ἑτέρου διερμηνεύειν λαχόντος, ἀναστέλλου σὺ τῆς φο ρᾶς. Τοῦτο μὴ ἐξήγησιν μόνον τῶν διαπορηθέντων, ἀλλὰ καὶ ἡμετέραν παιδ αγωγίαν ἡγώμεθα. ἔστωσαν τοιγαροῦν ὑμῖν ὅροι τῶν διαλόγων, καὶ ὁ μέν τις ῥητορευέτω, ὁ δὲ φιλοσοφείτω καὶ ἄλλος περὶ