1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

137

ψευδεῖς υἱοὶ ἀνδρὸς, ὡς ῥοπὴ ζυγοῦ." Οὐδὲν, φησὶ, μόνιμον τῶν ἀν θρωπίνων, ἀλλ' ἀτμῷ ἔοικεν ἀναπεμπομένῳ, καὶ παραυτίκα σκεδαννυμένῳ, καὶ ῥοπῇ ζυγοῦ, ποτὲ μὲν καθιεμένῃ, ποτὲ δὲ ἀνανευούσῃ, καὶ σταθηρὸν οὐδὲν ἐχούσῃ καὶ μόνιμον. Καὶ τῶν Ἑβδομήκοντα τὴν ἑρμηνείαν οὕτω νοητέον· Μάταια μὲν τὰ ἀνθρώπινα πάντα· ἀλλ' ὅμως οἱ πλεῖστοι θαῤῥοῦσιν, ὡς διαρκέσι, τοῖς ῥέουσι· καὶ ἰσότητος ἀμελοῦσιν, ἀνίσως δὲ κατ έχουσι τὰ τῆς διανοίας ζυγά· καὶ τοῦ μὲν δικαίου καταφρονοῦσιν, ἀδικίᾳ δὲ χαίρουσιν. "Αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό." Ἀλλ' ὅμως οὐδὲν ἐντεῦ θεν ἀποφέρονται κέρδος· μάταια γὰρ ἅπαντα, καὶ μεταβολὴν ὀξεῖαν δεχόμενα. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσεν· "Αὐτοὶ ματαιοῦνται ὁμοῦ." Ἐντεῦθεν παραίνεσιν τοῖς ἐναντίοις ἐπὶ πλούτῳ γαυριῶσι προσφέρουσιν. ιαʹ. "Μὴ ἐλπίζετε ἐπ' ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε." Μὴ ἀξιέραστον, φησὶν, ἡγεῖσθε τὴν ἀνθρωπίνην ἐφημερίαν, ἐξ ἀδικίας συνιστα μένην. "Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν." Ποταμοῦ δὲ δίκην ὁρῶντες τὸν πλοῦτον εἰς τὰς ὑμετέρας φερόμενον οἰκίας, μὴ καταδουλώσητε τού τῳ τὸν ὑμέτερον λογισμόν. Καὶ τί δήποτε ταῦτα συμβουλεύεις καὶ παραινεῖς; ιβʹ, ιγʹ. "Ἅπαξ ἐλάλησεν ὁ Θεός· δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ. Καὶ σοῦ, Κύριε, τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." Ἤκουσα, φησὶν, ἀποφηναμένου τοῦ Θεοῦ τῶν ὅλων, ὅτι κρίσις ἔσται, καὶ ἀνταπόδοσις ἀγαθῶν καὶ κακῶν. Τὸ δὲ ἅπαξ, οὐκ ἐπ' ἀριθμοῦ τέθεικεν, ἀλλ' ἐπὶ τοῦ πάντως ἐσομένου. Ἀπ εφήνατο, φησὶν, ἅπαξ ὁ Θεὸς, καὶ τοῦτο μὴ γενέ σθαι τῶν ἀδυνάτων. ∆ύο δὲ λέγει· τὴν κατὰ τῶν παρανόμων τιμωρίαν, καὶ τὴν τοῖς εὐσεβέσι χορη 80.1336 γουμένην φιλανθρωπίαν. Ταῦτα μέν τοι νομοθε τῶν ὁ Θεὸς ἐπηγγείλατο. "Ἐγὼ γάρ εἰμι, φησὶ, Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίαν πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με· καὶ ποιῶν ἔλεος εἰς χιλιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσί με, καὶ φυλάσσουσι τὰ προστάγματά μου. [Ταὐτὰ δὲ τούτοις καὶ ἐν Εὐαγγελίοις ἀκούομεν, πῶς ὁ Κύριος τῆς δόξης ἐν τῇ δευτέρᾳ αὑτοῦ ἐξ οὐρανῶν παρου σίᾳ ἀφοριεῖ ὥσπερ ὁ ποιμὴν, καὶ τὰ πρόβατα μὲν στήσει ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων. Τότε ἐρεῖ τοῖς ἐκ δεξιῶν, "∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι λείαν πρὸ καταβολῆς κόσμου·" εἶτα τοῖς ἐξ εὐωνύ μων· "Ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον ὅπου ὁ βρυγμὸς καὶ ὁ ὀλολυγμὸς τῶν ὀδόντων." ∆ιὰ δὴ τὴν ἀπόφασιν ταύτην σπουδασάτω ἕκαστος διὰ βίου κα θαρότητος καὶ τῆς μόνης ἀληθοῦς πίστεως, καὶ διὰ τὴν πρὸς τὸν πέλας ἀγάπησιν ἀπολαβεῖν ἐκεῖνα, ἃ ὀφθαλ μὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα πῶσιν αὐτόν.]

ΕΡΜΗΝ. ΤΟΥ ΞΒʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας." Φυγὼν

τὸν Σαοὺλ ὁ θεῖος ∆αβὶδ, ἦλθε πρὸς τὸν Ἀβιμέλεχ κἀκεῖθεν πρὸς τὸν Ἀγχοῦς, ὃς τῆς Γὲθ ἐβασίλευεν. Εἶτα πάλιν κινδύνῳ περιπεσὼν, καὶ τοῦτον διαφυγὼν, καταλαμβάνει τὴν ἔρημον. Ἐν ᾗ τόνδε συνέγραψε τὸν ψαλμόν· καὶ ὃν εἶχε περὶ τὸν Θεὸν ἐκκαλύπτων ἔρωτα, καὶ τοῦ Σαοὺλ προαγορεύων τὸν ὄλεθρον. [Καὶ πᾶσι δὲ ἀνθρώποις δέδωκε ἀφορμὴν, δι' ὧν ὀφείλουσιν ἐκλιπαρεῖν τὸν Θεὸν καὶ τὴν παρ' αὐτοῦ ἀναμένειν βοήθειαν.] βʹ. "Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου." Ἐξελαύνει, φησὶ, καὶ τὸν ὕπνον ὁ περὶ σὲ, ∆έσποτα, πόθος, καὶ εἰς τὴν σήν με διεγείρει προσκύνησιν. "Ποσαπλῶς σοι ἡ σάρξ μου." Ὁ Θεοδοτίων, ποσαχῶς ἐξέδωκεν· ὁ δὲ Ἀκύλας, ἐπετάθη· ὁ δὲ Σύμμαχος, ἱμείρεται. Πάσας δὲ τέθεικα τὰς ἑρμηνείας, διδάσκων ὡς οὐ δύο μέρη ἐστὶ τὸ ποσαπλῶς· διαιρουμένου τοῦ πῶς ἀπὸ τοῦ ἁπλῶς· ἀλλ' ὅτι ἕν ἐστι μέρος λόγου, τὴν ἐπίτα σιν τοῦ πόθου σημαῖνον. Συμφωνεῖ γὰρ, φησὶ, τῷ ἔρωτι τῆς ψυχῆς καὶ ἡ σὰρξ, καὶ τοῖς ἐκείνης οὐκ 80.1337