137
μόνος δυνάστης καὶ δυναμῶν τοὺς ἀσθενοῦντας; καὶ οἱ μάρτυρες ἐγγύθεν· μὴ γὰρ οὐκ ἐξαιρούμενος ἐξ ἀνάγκης τοὺς ἔτι μὴ ἰσχύοντας τῇ φύσει, οὐ τῇ προθέσει; καὶ ὁ μάρτυς Θαδδαῖος ἐν οὐρανῷ πιστός. Μὴ δὴ οὖν, ἀδελφοί μου, πτοηθῶμεν μηδὲ ἔμφοβοι γενοίμεθα τῇ τῶν ἡττημένων πτώσει ὡς ὅτι καὶ ἡμεῖς οὐχ ὑποίσομεν τὰς πληγάς. οἴσομεν θεοῦ δυνάμει καὶ διαβησόμεθα κἂν πῦρ, κἂν ξίφος· θεὸς ὁ προηγούμενος καὶ προσκαλούμενος εἰσελθεῖν ἡμᾶς εἰς τὴν ἐπηγγελμένην ἡμῖν βασιλείαν, ὡς τὸν Ἰσραὴλ εἰς τὴν γῆν τῆς ἐπαγγελίας. οὐκ ἴστε τί πεπόνθασιν οἱ τότε ἀναστατοῦντες τὸν λαόν, λέγοντες "4οὐ δυνησόμεθα διαβῆναι, ὅτι ἐκεῖ πόλεις τειχήρεις ἕως τοῦ οὐρανοῦ καὶ γίγαντες, ἐν οἷς ὁ Ἐνάκ;"5 καὶ τί τὸ γεγονός; οὐχὶ διὰ τοῦτο αὐτοὶ μὲν πυρίκαυστοι, ὁ δὲ γογγυστὴς λαὸς ἅπας ὤλετο, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; μή τις τοιοῦτος ἀναστάτης, μή τις ὀλίγωρος, μή τις δύσελπις. διαβησόμεθα οὖν, ἀδελφοί, διαβησόμεθα ὡς Χαλέβ, λέγω, καὶ Ἰησοῦς τοῦ Ναυῆ, οἱ τῆς ἐπαγγελίας κληρονόμοι. τείχη ἡμῖν κατασεισθήσονται νοητά, ὡς τηνικαῦτα τὰ Ἱεριχούντεια, σάλπιγγι εὐχαριστίας, ἣν ᾖσεν ὁ μακάριος Θαδδαῖος, ψάλας ἐκ βαλβῖδος τῶν ποινῶν, αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Οὕτω παρακαλῶ, οὕτω ἀντιβολῶ· ὑπὲρ Χριστοῦ γάρ, φησί, πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν. δεόμεθα μὴ δειλανδρῆσαι πρὸς τὸν ὑπὲρ αὐτοῦ καὶ σὺν αὐτῷ θάνατον, ἐὰν δέῃ. πρὸς πάντας ἡ ἐπιστολὴ κἂν εἰς πρόσωπόν σου, τέκνον ἀγαθόν· διὸ καὶ πάντας ἀσπάζομαι καὶ πᾶσι συγχαίρω ἐν τοῖς παθήμασι. καὶ τίς ἄξιος ἀνταναπληρῶσαι τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ αὐτοῦ; καὶ οὐαὶ τῷ ἐξάρνῳ καὶ ἐκκεκλικότι, κἂν θάνατος, ὅτι ὁ αἰώνιος θάνατος ποιμανεῖ αὐτὸν καὶ κατακυριεύσουσιν αὐτὸν οἱ εὐθεῖς τὸ πρωί. Εἰρήνη ὑμῖν Χριστοῦ, κράτος, ἰσχύς, παράκλησις, προσευχόμενοι περὶ πάντων ἀδελφῶν καὶ ὑπὲρ ἐμοῦ, ἵνα πληρωτὴς ὧν νουθετῶ ἐλέει θεοῦ φανῶ. οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἀσπάζονται. 187 {1Κληδονίῳ τέκνῳ}1 Ἐναγώνιος τῇ τῶν ἀδελφῶν σου ἀθλήσει γέγονας, τέκνον, καὶ οὐ θαυμαστόν· ἐπεὶ καὶ ἡμεῖς τὸ αὐτὸ πεπόνθαμεν. ἀλλὰ μὴ δείσῃς· γέγραπται γάρ, Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. ὥστε θαρρεῖν ἡμᾶς χρὴ καὶ οὐ δεδοικέναι· τούτῳ τῷ θάρσει νενικήκασιν οἱ ἀθλήσαντες. καί γε τῷ οἰκείῳ αἵματι τελειωθεὶς Θαδδαῖος ὁ ἅγιος ἐνεδήμησε πρὸς Κύριον. οὐκ ἔστιν οὖν πραγματειῶν ἡ μεγίστη ἑκατὸν μάστιξιν ἢ καὶ πρός, ὅσον ἂν καὶ ὑποβάλλῃ ὁ λογισμὸς ἢ οἴκοθεν ἢ ἐκ διαβολικῆς ὑποσπορᾶς, δειλανδρῆσαι ἐμποιούσης, ἀντισχεῖν βασιλείαν οὐρανῶν καὶ τὴν ἐν ἀπείροις αἰῶσιν ἀγαλλίασιν; καὶ οὐκ ἔστι χαλεπὸν σφόδρα φειδοῖ τῶν ἐκ μαστίγων ὀδυνῶν προέσθαι τὴν πίστιν, καὶ μήτε ὧδε ἔχειν ἄνεσιν αἰσχύνῃ τῆς πτώσεως καὶ συνειδότι τρομαλιοῦντι καὶ εἰς αἰῶνας ἀτελευτήτους κολάζεσθαι; Οὕτω, τέκνον μου ἠγαπημένον, στόμωσον τὴν καρδίαν σου, καὶ οὕτω φρονῶν σχοίης τὸν Χριστὸν ἐπίκουρον, ὡς ἀληθῶς ἔχει. εἰ δὲ καὶ ὑποτίθεται ὁ λογισμὸς καὶ μετὰ ἄρνησιν εἶναι πάλιν διὰ μετανοίας σωτηρίαν, ὥσπερ καὶ ἔστιν, ἀλλὰ τίς ὁ ὑπισχνούμενος ὅτι πάντως εὕρωμεν μετάνοιαν, ἢ ἁρπαζομένων ἡμῶν θᾶττον ἢ δυσχερῶς ἀνακλινομένων τοῦ πτώματος; πόσον δὲ καὶ εἰσοίσομεν δάκρυον καὶ τὰ ἄλλα τῆς μετανοίας φάρμακα, ἵνα διαλλάξωμεν τὸν κριτήν, καὶ οὕτω τρεμόντων τὸν θάνατον καὶ ἀεὶ κατῃσχυμμένων ὄντων καὶ ἀπαρρησιάστων; ἐρώτησον τοὺς περὶ τὸν ἐλεεινὸν Λουκιανόν, εἶτα τοὺς περὶ ∆ωρόθεον τὸν μακάριον, ποταπὴ καρδία ἐν ἀμφοτέροις· καὶ εὑρήσεις καὶ ἀκούσεις ἐν μὲν τοῖς πρώτοις ὀδύνην, σκότος, αἰσχύνην, ῥαγῆναι τὴν γῆν εὐχομένοις εἰς τὸ καταπιεῖν αὐτούς, ἐν δὲ τοῖς δευτέροις χαρὰν ἀβάστακτον, φῶς, εὐπροσωπίαν, αὐτὸν τὸν Χριστόν, ὡς μήποτε ἐσχηκόσιν ἀπὸ γεννήσεως τοιαύτην ἡδονήν. τίς οὖν ἄφρων, τίς λιθοκάρδιος, τίς μεμηνὼς μὴ γνῶναι ὅτι καλὸν τὸ παθεῖν ὑπὲρ Χριστοῦ; Οὕτως σε θεὸς τελειώσειεν, τέκνον μου, εὐχόμενον ὑπὲρ ἐμοῦ, καθὰ λέγω καὶ πρᾶξαι ἐν