137
βαρβάρων πλήθη τὸν Ἀψὴχ στρατηγὸν ἔχοντα. ὁ δὲ Πέτρος ἀπέστειλε πρὸς τὸν Ἀψὴχ πρεσβευτὴν περὶ εἰρήνης. ὁ δὲ Ἀψὴχ τοὺς Καταράκτας ἐκ τῶν Ῥωμαίων ἐπεχείρει λαβεῖν· καὶ ὁ Χαγάνος ἐπὶ τὴν Κωνσταντίολαν ἐχώρησεν. οἱ δὲ Ῥωμαῖοι ἐπὶ τὴν Θρᾴκην ἐπανέζευξαν καὶ εἰς Ἀδριανούπολιν ἀφίκοντο. ὁ δὲ βασιλεὺς μαθών, ὅτι ὁ Χαγάνος κατὰ τοῦ Βυζαντίου ἐπέρχεται, γράφει τῷ Πέτρῳ εἰς τὸν Ἴστρον ὑποστρέψαι, καὶ ἀποστέλλει Βώνοσον τὸν σκρίβωνα μετὰ ναυτιλίας τοῦ διαπερᾶναι τὸν λαόν. ἀποστείλας δὲ Πέτρος Γουδούην τὸν ὑποστράτηγον πέραν τοῦ Ἴστρου πολλῆς αἰχμαλωσίας ἐκράτησεν· ταῦτα μαθὼν ὁ Χαγάνος τὸν Ἀψὴχ μετὰ πλήθους ἀπέστειλεν, ὅπως τὸ τῶν Ἀντῶν διολέσῃ ἔθνος ὡς σύμμαχον τῶν Ῥωμαίων. τούτου δὲ γενομένου τῶν βαρβάρων ἀπόμοιρα προσερρύη τοῖς Ῥωμαίοις. ὁ δὲ Μαυρίκιος ἐν ἑαυτῷ γενόμενος καὶ εἰδώς, ὅτι οὐδὲν τὸν θεὸν λανθάνει, ἀλλὰ πᾶσιν ἀποδίδωσι κατὰ τὰ ἔργα αὐτῶν, καὶ ἐπιλογισάμενος τὸ σφάλμα, ὃ ἐποίησεν εἰς τὴν αἰχμαλωσίαν μὴ ἐξαγοράσας αὐτήν, συμφέρειν ἔκρινεν ἐν τῷ βίῳ τούτῳ ἀπολαβεῖν τὴν ἁμαρτίαν, καὶ μὴ ἐν τῷ μέλλοντι· καὶ ποιήσας δεήσεις ἐγγράφους ἀπέλυσεν εἰς πάντας τοὺς πατριαρχικοὺς θρόνους καὶ πάσας τὰς πολιτείας τὰς ὑπ' αὐτὸν καὶ εἰς τὰ μοναστήρια τὰ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ἱεροσολύμοις καὶ εἰς τὰς λαύρας χρήματα καὶ κηροὺς καὶ θυμιάματα, ὅπως εὔξωνται ὑπὲρ αὐτοῦ, ἵνα ἐνταῦθα ἀπολάβῃ, 285 καὶ μὴ ἐν τῷ μέλλοντι αἰῶνι. ἐσκανδαλίζετο δὲ καὶ εἰς Φιλιππικόν, τὸν γαμβρὸν αὐτοῦ, ὡς εἰς τὸ φῖ γράμμα ὀνομαζόμενον. ὁ δὲ Φιλιππικὸς διαφόρως ἐπώμνυτο τῷ βασιλεῖ, ὡς καθαρός ἐστιν εἰς τὴν δουλείαν αὐτοῦ καὶ οὐκ ἔχει παρ' αὐτῷ δόλον. τοῦ δὲ Μαυρικίου τὸν θεὸν ἱκετεύοντος τοῦ ἐλεηθῆναι τὴν ψυχὴν αὐτοῦ, ἐν μιᾷ κοιμωμένου αὐτοῦ εἶδεν ὀπτασίαν, εἰς τὴν χαλκῆν πύλην τοῦ παλατίου τῇ εἰκόνι τοῦ σωτῆρος ἑαυτὸν παρεστῶτα, καὶ λαὸν [πλεῖστον] παρεστῶτα αὐτῷ· καὶ φωνὴ γέγονεν ἐκ τοῦ χαρακτῆρος τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγουσα· "δότε Μαυρίκιον." καὶ κρατήσαντες αὐτὸν οἱ δίκης ὑπηρέται παρέστησαν τῷ πορφυρῷ ὀμφαλίῳ τῷ ἐκεῖσε. καὶ ἔφη πρὸς αὐτὸν ἡ θεία φωνή· "ποῦ θέλεις ἀποδώσω σοι; ὧδε, ἢ ἐν τῷ μέλλοντι αἰῶνι;" ὁ δὲ ἀκούσας ἔφη· "φιλάνθρωπε δέσποτα, δικαιοκρίτα, ὧδε μᾶλλον, καὶ μὴ ἐν τῷ μέλλοντι αἰῶνι." καὶ ἐκέλευσεν ἡ θεία φωνὴ ἐκδοθῆναι Μαυρίκιον καὶ [Κωνσταντῖναν], τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ Φωκᾷ τῷ στρατιώτῃ. διυπνισθεὶς οὖν Μαυρίκιος καὶ καλέσας τὸν παρακοιμώμενον αὐτοῦ ἀπέστειλε πρὸς Φιλιππικόν, τὸν γαμβρὸν αὐτοῦ, ἐν σπουδῇ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέα. ἀπελθὼν δὲ ὁ παρακοιμώμενος ἐκάλεσεν αὐτόν. ὁ δὲ ἐγερθεὶς καὶ προσκαλεσάμενος τὴν ἑαυτοῦ γυναῖκα ἠσπάσατο αὐτὴν λέγων· "σώζου, οὐκέτι μὲ θεωρεῖς." ἡ δὲ ἀνέκραξε μετὰ κλαυθμοῦ φωνῇ μεγάλῃ πρὸς τὸν παρακοιμώμενον λέγουσα· "ὁρκῶ σε κατὰ τοῦ θεοῦ, τί ἐστι τὸ πρᾶγμα, δι' ὃ ζητεῖ αὐτὸν τῇ ὥρᾳ ταύτῃ;" ὁ δὲ ἐπωμόσατο ἀγνοεῖν, καὶ ὅτι "αἰφνίδιον ἐξ ὕπνου ἀναστὰς ὁ βασιλεὺς ἀπέστειλέ με." ὁ δὲ Φιλιππικὸς ᾐτήσατο μεταλαβεῖν καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα. ἡ δὲ γυνὴ αὐτοῦ Γορδία ἔκειτο χαμαὶ ὀδυρομένη καὶ κλαίουσα καὶ τὸν θεὸν ἱκετεύουσα. εἰσελθὼν δὲ ὁ Φιλιππικὸς ἐν τῷ βασιλικῷ κοιτῶνι ἔρριψεν ἑαυτὸν εἰς τοὺς πόδας τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς λέγει αὐτῷ· "συγχώρησόν μοι διὰ τὸν θεόν, ὅτι ἥμαρτόν σοι. ἕως γὰρ τοῦ νῦν ἐσκανδαλιζόμην εἰς σέ." καὶ κελεύσας ἐξελθεῖν τὸν παρακοιμώμενον, ἀναστὰς ἔπεσεν εἰς τοὺς πόδας τοῦ Φιλιππικοῦ, λέγων· "συγχώρησόν μοι· ἀσφαλῶς 286 γὰρ οἶδα ὅτι οὐδὲν ἥμαρτες εἰς ἐμέ. ἀλλ' εἰπέ μοι, τίνα γινώσκεις ἐν τοῖς ἡμετέροις τάγμασι Φωκᾶν στρατιώτην;" ὁ δὲ Φιλιππικὸς ἀναλογισάμενος λέγει αὐτῷ· "ἕνα γινώσκω, ὅς τις πρὸ καιροῦ ὀλίγου πεμφθεὶς ἐντολικάριος ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου." ὁ δὲ βασιλεὺς ἔφη· "ποίας ἐστὶν ἐντεύξεως;" ὁ δὲ Φιλιππικὸς εἶπεν· "νεώτερος, θρασὺς καὶ δειλός." τότε λέγει Μαυρίκιος· "ἐὰν δειλός,