1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

138

Ὄρθρου δὲ προελθόντος τοῦ Πέτρου εἰς τὸ διαλεχθῆναι ὁ Σίμων προλαβὼν ἔφη· Ἐχθὲς ἀπαλλασσόμενος εἰς τὴν σήμερον ὑπεσχόμην σοι ἐπανελθὼν καὶ συζητήσας δεῖξαι ὅτι οὐκ ἔστιν ὁ τὸν κόσμον δημιουργή- σας ἀνώτατος θεός, ἀλλ' ἕτερος, ὃς καὶ μόνος ἀγαθὸς ὢν καὶ μέχρι τοῦ δεῦρο ἄγνωστός ἐστιν. αὐτίκα γοῦν τὸν δημιουργὸν αὐτὸν καὶ νομοθέτην φὴς εἶναι ἢ οὔ; εἰ μὲν οὖν νομοθέτης ἐστίν, δίκαιος τυγχάνει, δίκαιος δὲ ὢν ἀγαθὸς οὐκ ἔστιν. εἰ δὲ οὐκ ἔστιν, ἕτερον ἐκήρυσσεν ὁ Ἰησοῦς τῷ λέγειν· «Μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς». οὐ συμφωνεῖ δὲ τῷ νομοθέτῃ δικαίῳ ὄντι καὶ ἀγαθῷ. καὶ ὁ Πέτρος ἔφη· Πρῶτον ἡμῖν εἰπέ, ἐπὶ ποίαις πράξεσιν δοκεῖ σοι ὁ ἀγα- θὸς ἀγαθὸς εἶναι, ἐπὶ ποίαις δὲ καὶ ὁ δίκαιος δίκαιος, ἵνα οὕτως κατὰ σκοποῦ τοὺς λόγους πέμπωμεν. καὶ ὁ Σίμων· Σὺ πρῶτον εἰπὲ τί σοι δοκεῖ τὸ ἀγαθόν; ἢ καὶ τὸ δίκαιον; καὶ ὁ Πέτρος· Ἵνα μὴ ἐριστικώ- τερον διαλεγόμενος δαπανῶ τοὺς χρόνους, ἀπαιτῶν δικαίως τῶν ἐμῶν προτάσεών σε τὰς ἀποκρίσεις ποιεῖσθαι, ὡς σοὶ δοκεῖ αὐτὸς ὧν ἐπυθόμην ποιήσομαι τὰς ἀποκρίσεις. ἐγώ φημι ἀγαθὸν εἶναι τὸν παρεκτικόν, οἷον ὡς αὐτὸν ὁρῶ ποιοῦντα τὸν δημιουργόν, παρέχοντα τὸν ἥλιον ἀγαθοῖς καὶ κακοῖς καὶ τὸν ὑετὸν δικαίοις καὶ ἀδίκοις. καὶ ὁ Σίμων ἔφη· Τοῦτο ἀδικώτατον ὅτι τὰ αὐτὰ δικαίοις καὶ ἀδίκοις παρέχει. καὶ ὁ Πέτρος· Σὺ οὖν ἡμῖν τοῦ λοιποῦ λέγε πῶς ποιῶν ἀγαθὸς ἂν ἦν. καὶ ὁ Σίμων· Σὲ δεῖ λέγειν. καὶ ὁ Πέτρος· Ἐγὼ λέξω. εἰ μὲν τὰ αὐτὰ παρέχων ἀγαθοῖς καὶ δικαίοις, ἔτι τε κακοῖς καὶ ἀδίκοις, κατὰ σὲ οὐδὲ δίκαιός ἐστιν, καὶ εἰ ἀγαθοῖς ἀγαθὰ παρεῖχεν, κακοῖς τε κακά, δίκαιον ἂν αὐτὸν εὐλόγως ἔλεγες. ποίᾳ οὖν ἔτι πράξει χρώμενος ἂν ἦν, εἰ μὴ ταύτῃ χρῆται ὁδῷ, κακοῖς μὲν παρέχων τὰ πρόσκαιρα (ἐὰν ἄρα μεταβάλλωνται), ἀγαθοῖς δὲ αἰώνια (ἐάν γε ἐμμείνωσιν); καὶ οὕτως τῷ μὲν πᾶσιν παρέχειν, δια- φόροις δὲ χαρίζεσθαι τὸ δίκαιον αὐτοῦ ἀγαθόν ἐστιν καὶ μακρόθυμον ταύτῃ μᾶλλον, εἰ ἁμαρτωλοῖς μὲν μετανοοῦσιν χαρίζεται τὰ ἁμαρτήματα, εὖ πράξασιν δὲ καὶ ζωὴν αἰώνιον ὑπογράφει. κρίνων δὲ εἰς τέλος καὶ τὸ κατ' ἀξίαν ἀπονέμων ἑκάστῳ δίκαιός ἐστιν. εἰ μὲν οὖν ταῦτα ὀρθῶς οὕτως ἔχει, ὁμολόγησον· εἰ δὲ οὐ δοκεῖ σοι ὀρθῶς ἔχειν, διέλεγξον. καὶ ὁ Σίμων ἔφη· Ἅπαξ ἔφην· Πᾶς νομοθέτης, εἰς τὸ δίκαιον ἀφορῶν, δίκαιός ἐστιν. καὶ ὁ Πέτρος· Eἰ ἀγαθοῦ ἐστιν μὴ θεῖναι νόμον, δικαίου δὲ τὸ θέσθαι, καὶ οὕτως ὁ δημιουργὸς ἀγαθός ἐστιν καὶ δίκαιος· ἀγα- θὸς μέν, ὅτι ἀπὸ τῶν χρόνων Ἀδὰμ μέχρι Μωυσέως ἐγγράφως οὐ φαί- νεται τεθεικὼς τὸν νόμον-ἀπὸ δὲ Μωυσέως εἰς τοὺς δεῦρο χρόνους ὡς γέγραπται καὶ δίκαιός ἐστιν. καὶ ὁ Σίμων· Ἀπὸ τῶν τοῦ διδασκάλου σου φωνῶν δεῖξον ὅτι τοῦ αὐτοῦ ἐστιν ἀγαθῷ εἶναι καὶ δικαίῳ. ἐμοὶ γὰρ ἀδύνατον φαίνεται τὸν νομοθέτην ἀγαθὸν ὄντα τὸν αὐτὸν καὶ δί- καιον εἶναι. καὶ ὁ Πέτρος· Ὅτι τὸ ἀγαθὸν αὐτὸ καὶ δίκαιόν ἐστιν, ἐπά- κουσον. αὐτὸς ὁ διδάσκαλος ἡμῶν τῷ εἰπόντι Φαρισαίῳ· «Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» πρῶτον ἔφη· «Μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς»· εὐθὺς ἐπάξας λέγει· «Eἰ

[OΜIΛIA IH.]