Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
μεγάλα σημεῖα θεωρή σαντες οἱ τὴν οἰκουμένην οἰκοῦντες φοβηθῶσι τὸν ἀγαθὸν φόβον, τότε δὴ καὶ εἰς τὰς πρωΐας καὶ εἰς τὰς ἑσπέρας ἐξόδους, τουτέστιν ἐν παντὶ καιρῷ, τέρψις ἔσται αὐτοῖς ἀγαλλιωμένοις ἐφ' οἷς κατώρθω σεν ἡ Χριστοῦ παρουσία. Καὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ δύο ἔξοδοι, ἤγουν πρόοδοι, ἡ μὲν πρωΐας πρὸ πάντων τῶν αἰώνων ἐκ Πατρὸς γενομένη, κατὰ τὸ, "Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος·" ἡ δὲ ἑσπέρας, ἡ ἐκ Παρθένου, ἥτις ἐπὶ συντελείᾳ τῶν αἰώνων ἀπήντησεν· ἑκάτερα δὲ τέρψις ἐστὶ καὶ ἀγαλλίασις. Ὁ μέντοι Σύμμαχος εἰπών· "Τὰς προσ ελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας ὑμνολογοῦσι," τοῦτο δοκεῖ λέγειν, ὅτι καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας, τὴν ἀρεστὴν τῷ Θεῷ προσοίσουσιν ὑμνῳδίαν οἱ τὴν πλάνην καταλιπόντες, τὸν δὲ φύσει γνόντες Θεόν. Τινὲς δὲ ἐξόδους μὲν πρωΐας τὰ ἀνατολικὰ μέρη τῆς γῆς νοοῦσιν· ἐξόδους δὲ ἑσπέρας τὰ δυ τικά. Ἐνανθρωπήσας οὖν, φησὶ, καὶ πολιτευσάμενος ἐπὶ γῆς, εὐφρανεῖς καὶ τοὺς ἐπὶ τῆς ἀνατολῆς καὶ τοὺς ἐπὶ δυσμῶν.-(C f. 154 b) Ἐν τῷ φωτί σου ἐξαγάγῃς τὰ ἔθνη, καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος πληρώσῃς ταῦτα ἀγαλλιάσεως. Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν. (E f. 119) Κατεκόρεσας, φησὶ, τῶν ἄνωθεν ἀγα θῶν τὴν σύμπασαν γῆν, πεπλήρωκας αὐτὴν τῶν πνευ ματικῶν χαρισμάτων, τοὺς κατὰ πᾶσαν ὄντας τὴν ὑπ' οὐρανόν· ἡμᾶς δὲ τοὺς πεπλανημένους, γῆν ὄν τας ξηρὰν ὥσπερ καὶ ἄνυδρον, καρποφόρον ἔδειξας καὶ γονιμωτάτην. Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. (E f. 119 b) Θεοῦ ποταμὸς ὁ λόγος αὐτοῦ τυγχάνει. Αὐτὸς καὶ ζωῆς πηγὴ, καθ' ἃ εἴρηται· "Παρὰ σοῦ πηγὴ ζωῆς." Τούτου τὰ ὁρμήματα, τουτέστιν αἱ δι δασκαλίαι, εὐφραίνουσι τὴν Ἐκκλησίαν. Ὅτι οὕτως ἡ ἑτοιμασία. (cod. M f.105.) Οὕτως προνοητικώτατα καὶ θεοπρεπῶς· ἐντεῦθεν δηλονότι πρόῤῥησις μελλόντων, καὶ οὐ γεγενημένων διήγησις. 69.1132 Τοὺς αὔλακας αὐτῆς μέθυσον. (E f. 116 b. Κυρίλλου καὶ Ἡσυχίου.) Αὔλακάς φησι τὰ βάθη τῆς καρδίας· ἅπερ ὅτ' ἂν μεθυσθῇ τῇ χορηγίᾳ τοῦ Πνεύματος, πλῆθος ἐν ἡμῖν ἀρετῶν βλαστάνει. Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρη στότητός σου. (A f. 328 b, D f. 162, E f. 119 b, L f. 152) Πρὸς δὲ νοῦν, Ἐνιαυτὸς χρηστότητος καρπὸν φέρων εὐσέ βειαν, ὁ τῆς ἐπιδημίας Χριστοῦ, ὅτε καὶ εὐλογήμεθα, ἐμφύτῳ χρηστότητι καὶ φιλανθρωπίᾳ χρησαμένου Θεοῦ. Οὕτω καὶ αὐτὸς ὁ Χριστὸς διὰ φωνῆς Ἡσαΐου τοῦ προφήτου φησί· "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλ κέν με," καὶ ἑξῆς· "καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν." ∆εκτὸς γὰρ ἐνιαυτὸς ἦν, καθ' ὃν ἐνηνθρώ πησεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· εἰσδεδέγμεθα δὲ καὶ ἡμεῖς διὰ πίστεως, προσκομίζοντος ἡμᾶς αὐτοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ μετ' ὀλίγα· Ὅταν τοίνυν εὐλογήσῃς τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότη τός σου, τότε καὶ τὰ πεδία σου πλησθήσονται πιότη τος. Πεδίοις δὲ καὶ γαίαις παρεικάζει τὰς τῶν πι στευόντων ψυχὰς, ἃς τοῖς θείοις καὶ πνευματικοῖς χαρίσμασι καταπιαίνει ὁ Θεὸς, ἵνα δύνωνται φέρειν τοὺς τῆς εὐσεβείας καρπούς. Καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. (A f. 328 b, C f. 134 b, D f. 162, F f. 95 b. Κυ ρίλλου καὶ Ἀθανασίου.) Πρὸς δὲ νοῦν, Τῆς τοῦ Θεοῦ φανείσης χρηστότητος ἡ πάλαι ἔρημος καρποφορήσει· καὶ οἱ βουνοὶ οἱ ταῖς εἰδωλικαῖς θυσίαις μιαινόμενοι, τοὺς τὸν ἀγγελικὸν αἱρουμένους βίον δεξάμενοι εὐ φρανθήσονται. Ἢ βουνοῖς ἀπεικάζει τοὺς κατὰ και ροὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, καὶ λαῶν προεστηκότας, ἤτοι ποιμένας καὶ διδασκάλους. Ὥσπερ γὰρ τῆς ἄλλης ἁπάσης γῆς ὑπερανέχουσι τὰ ὄρη καὶ οἱ βουνοὶ, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν ἁγίων μυστ αγωγῶν ἀξία ὑψηλοτέρα τῶν ἄλλων ἐστίν. Οὗτοι καὶ ἀγαλλίασιν περιζώννυνται, τουτέστιν, τὴν τοῦ Πνεύ ματος παράκλησιν ἔχουσιν ἐν ἑαυτοῖς. Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον. (E f. 120) Τότε καὶ αἱ κοιλάδες, τουτέστιν αἱ Ἐκ κλησίαι, τὸν σῖτον ἐκεῖνον ἐπλήθυναν, περὶ οὗ ὁ Κύ ριος ἔλεγεν· "Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀπο θάνῃ, πολὺν καρπὸν φέρει." Καὶ τίνος χάριν αἱ Ἐκκλησίαι