Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ ἄλλαι πόλεις. Περιειστήκει δὲ τῷ τυράννῳ πρὸς τὸ παρ' ἐλπίδας ἡ σκέψις. Ἐν γάρ τοι τῷ ταπεινοῦσθαι, φησὶ, τοὺς κολαζομένους ἐν ὑπεροχαῖς τὸ δεῖγμα ἐν μείζοσιν ἦν, καὶ πλείους ἐγένοντο. διὰ τοῦ κακοῦν εἰωθότος ὠφελεῖν ἐθέλοντος τοῦ Θεοῦ τοὺς ἀνοσίως ἐξυβριζομένους. Ὃ δὴ καὶ συνιεὶς ὁ τύραννος, προσετίθει τοῖς πόνοις ἑτέραν ἐπιβουλήν. Ταῖς γὰρ Ἰουδαίων ἐκέλευε μαίαις, εἰ μαιεύο[ι]ντο γυναῖκας τὰς ἐπ' ὠδῖσιν ἤδη καὶ τόκοις, τὸ ἐν ὑποψίαις 69.389 αὐτῶν καταπνίγειν γένος, τουτέστι, τὸ ἄρσεν, ζωογονεῖν δὲ τὸ θῆλυ. Λόγου γὰρ ἐδόκει μηδενὸς ἀξιοῦν τὸ ἄναλκι καὶ ἀφιλοπόλεμον, καὶ εἰς δειλίας εὔκολον, καὶ νόμῳ φύσεως τεθρυμμένον. Ἀλλ' οὐκ ἔδρων αἱ μαῖαι τὸ δυσσεβὲς, ἤρεσκόν τε διὰ ταῦτα Θεῷ. Τί οὖν ὁ ἀλιτήριος; Ἀπαμφιέννυσι τὴν ὀργὴν, καὶ τοὺς τῆς ἀνοσιότητος τρόπους ἀναισχυντεῖν ἀναπείθει. Συνέταξε γὰρ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶν ἄρσεν, ὃ ἂν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό. γʹ· Ἀλλ' ἱστάσθω μὲν ἐν τούτῳ τῆς ἱστορίας ὁ λόγος. Φράζωμεν δὲ ἤδη, τοῖς ἐσωτάτω θεωρήμασιν ἐνιέντες τὸν νοῦν, ὅτι, τῆς ἀνθρώπου διανοίας ἐγκειμένης ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, ἅπαν, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς ἐφθείρετο γένος, καὶ λιμὸς οἷά τις τῶν οὐρανίων ἡμᾶς κατεβόσκετο μαθημάτων, καθάπερ ἀμέλει καταθρήσαιμεν ἂν καὶ τὸν ὡς ἐν τύπῳ παραβολῆς γραφόμενον ἄσωτον, ὃς τὴν πατρῴαν οὐσίαν ἐν ἀλλοδαπῇ κατεδήδοκεν, ἐπεθύμει τε χορτασθῆναι τῶν κερατίων [ὧν ἤσθιον] οἱ χοῖροι. Ταύτῃτοι προσδεδραμήκαμεν τοῖς γεωδεστέροις, ἀφέντες τὸ ἄμεινον καὶ τὸ δεῖν ἐφίεσθαι τῶν λυσιτελεστέρων, δι' ὧν ἦν εἰκὸς εὐμενείας τῆς ἄνωθεν οὐχ ἁμαρτεῖν, καὶ οἰκειότητα τὴν ὡς πρὸς Θεὸν πλουτοῦντας ὁρᾶσθαι. ∆ιωλισθηκότες δὴ οὖν παντὸς τοῦ ἀνέχειν ἰσχύοντος εἴς γε τὸ εὖ εἶναι καὶ μετὰ Θεοῦ, ταμίαν μὲν οὐκέτι τῶν καθ' ἡμᾶς ἐποιούμεθα τὸν φύσει τε καὶ ἀληθῶς ὄντα ∆εσπότην. Γῆς δὲ ὥσπερ ἀγίας, τῆς φιλοθέου ζωῆς ἐκκεχωρηκότες, καὶ εἰς τὴν αἰσχίω τε καὶ ἀκαλλεστέραν, καὶ ὑπὸ τῷ διαβόλῳ κειμένην μονονουχὶ κατεῤῥυηκότες, ἐν ἴσῳ γεγόναμεν τοῖς ἐκ Χαναὰν κατοιχομένοις εἰς Αἴγυπτον, καὶ ὑπὸ χεῖρα γεγενημένοις τὴν Φαραώ τε καὶ Αἰγυπτίων, οἳ ταῖς τῶν δαιμονίων λατρείαις ἐκτόπως ἐγκείμενοι, καὶ πᾶν εἶδος φαυλότητος οὐκ ἀνεπιτήδευτον ἔχοντες, παραδείξειαν ἂν ὡς ἐν εἰκόνι λοιπὸν ἐν ἑαυτοῖς αὐτόν τε τὸν Σατανᾶν, καὶ τοὺς ὑπ' αὐτῷ, οὓς καὶ θεοὺς ἐνόμιζον, ἐκκεκρουσμένους μὲν τῆς ἀρίστης φρονήσεως, ἀχλύν τε καὶ σκότον τὸν ἐξ ἀμαθείας ἠῤῥωστηκότες. Ἐπειδὴ δὲ ὑπὸ δεινῷ καὶ ἀλιτηρίῳ δεσπότῃ γεγόναμεν, φημὶ δὴ τῷ Σατανᾷ, πηλῷ καὶ πλινθείᾳ κατετρυχόμεθα, φημὶ δὴ τοῖς περὶ γῆν τε καὶ τοῖς ἐν αὐτῇ βδελυρωτάτοις σπουδάσμασιν οὐκ ἀνιδρωτὶ τελουμένοις. Οὐ γὰρ ἀπήλλακται πόνων, κἂν εἰ τὸ εἰκαῖον ἔχοι τυχὸν, ὁ τοῦδε τοῦ βίου περισπασμός. Ἐπιστάτας δὲ ὥσπερ τῶν ἔργων τῶν ὅτι μάλιστα φιλτάτων αὐτῷ κατεχειροτόνησε τῶν ἀδικουμένων ὁ Σατανᾶς τοὺς ἀκαθάρτους δαίμονας, ἤτοι τὰς ὑπ' αὐτῷ δυνάμεις, οἳ ταῖς πολυτρόποις τῶν παθῶν πλεονεξίαις τὸν ἑκάστου τῶν ἐπὶ τῆς γῆς καταφορτίζουσι νοῦν, δεδιότες, οἶμαι, μὴ ἄρα που σχολαῖον τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνέντες πρὸς Θεὸν, τῆς ὑπ' αὐτῷ δουλείας ἐκλύσειαν τὸν αὐχένα· φιλελευθέρα γὰρ λίαν ἡ ἀνθρώπου φύσις. Ὅτι δὲ δόξα καὶ πλοῦτος τοῖς ἀκαθάρτοις δαίμοσι 69.392 καὶ αὐτῷ τῷ Σατανᾷ λελόγισταί τε καὶ ἔστιν ὁ εἰκαῖος ἡμῶν περισπασμὸς, καὶ οἱ περὶ σάρκα πόνοι, καὶ σπουδὴ βλέπουσα πρὸς τὰ γεωδέστερα, παραδείξειεν ἂν αἰνιγματωδῶς τὸ πόλεις ἐγείρειν τῷ Φαραὼ τοῖς ἐξ Ἰσραὴλ, πηλῷ καὶ πλινθείᾳ τρυχομένοις· κατεστυγμένον τε ὅτι ποιεῖται τὸ ἄρσεν, τουτέστι, τὸ νενευκὸς εἰς ἀνδρείαν, δῆλον δὲ ὅτι τὴν ἐπ' ἀρεταῖς. Μονονουχὶ δὲ καὶ ἀποπνίγει τὸ μάχιμον τοῖς τῶν ἡδονῶν ἐγκαθιεὶς τέλμασιν, προσίεται δὲ τὸ μὴ εὐσθενὲς, καὶ ὡς ἄχρηστον ἀμαχεὶ τοῖς ἰδίοις ὑποφέρει ζυγοῖς, ἐκδείξειεν οὐκ ἀσυμφανῶς τὸ ῥίπτεσθαι μὲν δεῖν τὸ ἄρσεν ἐν ὕδασι λέγειν, ζωογονεῖσθαι δὲ τὸ θῆλυ. Τύπος γὰρ ἂν