138
ὄνομα τῷ ἀνδρί, ὃς ἐν τοῖς πρὸς τοὺς ἑταίρους διαλόγοις τάδε πη μνημονεύεται φάναι· 6.10.1 ιʹ.
ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΕΚ ΤΩΝ ΒΑΡ∆ΗΣΑΝΟΥ «Κατὰ φύσιν ὁ ἄνθρωπος γεννᾶται, τρέφεται, ἀκμάζει, γεννᾷ, ἐσθίει, πίνει, κοιμᾶται, γηρᾷ, ἀποθνήσκει, καὶ τοῦτο παντὸς ἀνθρώπου καὶ παντὸς 6.10.2 ἀλόγου ζῴου. καὶ τὰ μὲν ἄλλα ζῷα ψυχικὰ ὄντα καὶ διόλου κατὰ συμπλοκὴν γεγενημένα διόλου σχεδὸν κατὰ φύσιν φέρεται. λέων σαρκοφαγεῖ καὶ ἀμύνεται ἀδικηθεὶς καὶ διὰ τοῦτο πάντες οἱ λέοντες σαρκοφαγοῦσι καὶ ἀμύνονται· καὶ ἀμνάδες χορτοφαγοῦσι καὶ κρεῶν οὐχ ἅπτονται καὶ ἀδικού6.10.3 μεναι οὐκ ἀμύνονται· καὶ ὁ αὐτὸς τρόπος πάσαις. σκορπίος γῆν ἐσθίει καὶ τοὺς μὴ ἀδικήσαντας ἀδικεῖ, κέντρῳ ἰοβόλῳ πλήσσων· καὶ ἡ αὐτὴ κακία πάντων σκορπίων. μύρμηξ κατὰ φύσιν οἶδε χειμῶνος παρουσίαν καὶ δι' ὅλης θερείας κάμνων ἀποτίθεται ἑαυτῷ τροφάς· καὶ ὁμοίως πάντες μύρμηκες ἐργάζον6.10.4 ται. μέλισσα μέλι γεωργεῖ, ἐξ οὗ καὶ τρέφεται· καὶ ἡ αὐτὴ γεωργία πάσαις μελίσσαις. καὶ ἦν πολλὰ εἴδη ἐκθέσθαι ὑμῖν τῶν ζῴων, ἅτινα τῆς φύσεως μὴ δυνάμενα ἐκστῆναι πολὺν θαυμασμὸν παρασχεῖν ὑμῖν ἐδύνατο, ἀλλ' αὐτάρκη ἡγησάμην ἐκ τῶν παρακειμένων τὴν ἀπόδειξιν ποιήσασθαι, ὅτι τὰ μὲν ἄλλα ζῷα κατὰ τὴν κοινότητα καὶ τὴν διαφορὰν κατὰ φύσιν δο6.10.5 θεῖσαν ἑκάστῳ ἐξ ἀνάγκης ἡδέως φέρεται, ἄνθρωποι δὲ μόνοι, τὸ 6.10.5 ἐξαίρετον ἔχοντες τόν τε νοῦν καὶ τὸν ἐκ τούτου προφερόμενον λόγον, κατὰ μὲν τὴν κοινότητα ἕπονται τῇ φύσει, ὡς προεῖπον, κατὰ δὲ τὸ ἐξαίρετον οὐ κατὰ 6.10.6 φύσιν πολιτεύονται. οὐδὲ γὰρ μία βρῶσις ἡ τῶν ἁπάντων· ἄλλοι μὲν γὰρ κατὰ τοὺς λέοντας τρέφονται, ἄλλοι δὲ κατὰ τὰς ἀμνάδας, οὐχ ἓν ἔχοντες σχῆμα φορημάτων, οὐκ ἔθος ἕν, οὐχ εἷς νόμος πολιτείας ἐν αὐτοῖς, οὐ μία κίνησις ἐπιθυμίας τῶν πραγμάτων, ἀλλ' ἕκαστος τῶν ἀνθρώπων κατὰ τὴν ἰδίαν θέλησιν αἱρεῖται ἑαυτῷ βίον, τὸν πλησίον μὴ μιμούμενος, πλὴν ἐν οἷς βούλεται. 6.10.7 τὸ γὰρ ἐλεύθερον αὐτοῦ οὐχ ὑπόκειται δουλείᾳ, καὶ εἴ ποτε ἑκὼν δουλεύσει, 6.10.8 καὶ τοῦτο τῆς ἐλευθερίας αὐτοῦ ἐστι, τὸ δύνασθαι δουλεύειν ἑκόντα. πόσοι τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν Ἀλαναίων, ὡς τὰ ἄγρια ζῷα κρεοβοροῦσιν ἄρτου μὴ γευόμενοι, καὶ οὐ διὰ τὸ μὴ ἔχειν, ἀλλὰ διὰ τὸ μὴ θέλειν; ἄλλοι κρεῶν οὐ γεύονται ὡς τὰ ἥμερα ζῷα· ἄλλοι ἰχθυοφαγοῦσι μόνον· ἕτεροι δὲ ἰχθύων οὐ γεύονται, οὐδ' ἂν λιμώσσωσιν. οἱ μὲν ὑδροποτοῦσιν, οἱ δὲ οἰνοποτοῦσιν, οἱ 6.10.9 δὲ σικερατίζουσι. καὶ ἁπλῶς πολλὴ διαφορὰ βρωμάτων καὶ πομάτων ἐν τῇ ἀνθρωπότητι, μέχρι καὶ ἐν τῇ τῶν λαχάνων καὶ ὀπωρῶν βρώσει διαφερόμενοι. ἀλλὰ καὶ οἱ μὲν ὡς σκορπίοι καὶ ὡς ἀσπίδες μὴ ἀδικηθέντες ἀδικοῦσιν· οἱ δὲ ὡς τὰ ἄλλα ζῷα ἀδικούμενοι ἀμύνονται· ἕτεροι δὲ ὡς λύκοι ἁρπάζουσι καὶ ὡς γαλαῖ κλέπτουσιν· ἄλλοι δὲ ὡς ἀμνάδες καὶ μηκάδες ὑπὸ τῶν ὁμοιοπαθῶν ἐλαύνονται καὶ τοὺς ἀδικοῦντας οὐκ ἀδικοῦσι· καὶ οἱ μὲν λέγονται 6.10.10 ἀγαθοί, οἱ δὲ κακοί, οἱ δὲ δίκαιοι. ὅθεν ἔστι νοεῖν μὴ πάντως κατὰ φύσιν ἄγεσθαι τὸν ἄνθρωπον ποίαν γὰρ αὐτοῦ ἐροῦμεν φύσιν;, ἀλλὰ πῆ μὲν φέρεται κατὰ φύσιν, πῆ δὲ κατὰ προαίρεσιν. διὸ τὸν ἔπαινον καὶ τὸν ψόγον καὶ τὴν καταδίκην ἔχει ἐν τοῖς κατὰ προαίρεσιν, ἐν δὲ τοῖς κατὰ φύσιν ἔχει τὴν ἀνεγκλησίαν οὐ κατὰ ἔλεος, ἀλλὰ κατὰ λόγον.» 6.10.11 Καὶ ἑξῆς φησι· «Νόμους ἔθεντο διαφόρους οἱ ἄνθρωποι ἐν ἑκάστῃ χώρᾳ, τινὰς γεγραμμένους, τινὰς δὲ ἀγράφους· ἐξ ὧν διηγήσομαι, ὡς οἶδα καὶ ὧν μέμνημαι, ἀρξάμε6.10.12 νος ἐκ τῆς τοῦ κόσμου ἀρχῆς. νόμος ἐστὶ παρὰ Σήραις μηδένα φονεύειν μήτε πορνεύειν μήτε κλέπτειν μήτε ξόανα προσκυνεῖν, καὶ ἐν ἐκείνῃ τῇ μεγίστῃ χώρᾳ οὐ ναὸν ἔστιν ἰδεῖν, οὐ γυναῖκα πορνικήν, οὐ μοιχαλίδα ὀνομαζομένην, οὐ κλέπτην ἑλκόμενον ἐπὶ δίκην, οὐκ ἀνδροφόνον, οὐ πεφονευμένον. 6.10.13 οὐδενὸς γὰρ τὸ αὐτεξούσιον ἠνάγκασεν ὁ τοῦ πυριλαμπέος