138
πλῆθος ἐπὶ πάντας· ἡ ἡμέρα αὕτη ἐστὶν ἁγιωτάτη τῷ κυρίῳ.» Ὡς ἐκ τούτων τεκμαίρεσθαι ἡμᾶς, μᾶλλον δὲ εἰπεῖν πληροφορεῖσθαι ὅτι αὐτὸς Ἔσδρας ἱεράτευσε μετὰ τὸν Ἰωακεὶμ υἱὸν Ἰησοῦ τοῦ Ἰωσεδέκτὸν ἐπὶ τῆς Ἰουδὴθ καὶ Ὁλοφέρνου ἐν τοῖς χρόνοις Ξέρξου ἀρχιερατεύσαντα, ὡς τῆς Νεεμίου τοῦ οἰνοχόου Ἀρταξέρξου τούτου ἀναβάσεως μετὰ ιγʹ ἔτη τῆς Ἔσδρα τούτου ἀνόδου κατὰ τὸ κʹ ἔτος Ἀρταξέρξου τοῦ βασιλέως. ὁ γὰρ αὐτὸς Ἀρταξέρξης Μακρόχειρ καὶ τὸν ἀρχιερέα Ἔσδραν τῷ ζʹ ἔτει αὐτοῦ θεόθεν κινηθεὶς ἐξέπεμψε πρὸς διδασκαλίαν τῶν ἐν Ἱερουσαλὴμ Ἰουδαίων, καὶ αὖθις τὸν Νεεμίαν μετὰ ιγʹ ἔτη πρὸς ἀνοικοδομὴν τῶν τειχῶν τελείαν καὶ τῆς πόλεως τῷ κʹ ἔτει τῆς βασιλείας αὐτοῦ διὰ πολλὴν οἰκείωσιν δοθεῖσαν καὶ αὐτῷ ὡς θεοφιλεῖ πρὸς Ἀρ ταξέρξην καὶ αἰτησαμένῳ ἀναστῆσαι τὴν πόλιν τῶν πατέρων. Ἐπὶ τούτου δὲ Ἐλιασοὺβ ἦν ἀρχιερεὺς υἱὸς Ἰωακείμ, ὡς γέγραπται ἐν λόγοις Νεεμίου, ἐν τέλει βʹ Ἔσδρα βιβλίου, ὅτι «καὶ ἀνέστη Ἐλιασοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς.» ὥσπερ οὖν ἐν τοῖς κατὰ Νεεμίαν λόγοις ἐμνήσθη αὐτοῦ ἡ τοῦ Ἔσδρα γραφή, οὕτως ἂν καὶ ἐν τοῖς κατὰ τὸν αὐτὸν Ἔσδραν, εἴπερ ἱεράτευεν, οὐκ ἂν ἀπεσιώπησεν αὐτόν. πλὴν ἐπειδὴ πάντες οἱ προγενέστεροι τὸν Ἐλιασούβ, 304 ὃν καὶ Ἐλιάσιβον καλοῦσι, μετὰ Ἰωακεὶμ τὸν πατέρα αὐτοῦ ἐστοιχείωσαν, ἀναγκαζόμεθα καὶ ἡμεῖς. Ἐπὶ Ἀρταξέρξου τούτου τοῦ Μακρόχειρος ἐπολέμησαν Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς ἀλλήλους τὸν ἱερὸν λεγόμενον πόλεμον. Τότε καὶ Κάμιλλος παρὰ Ῥωμαίοις ὑπάτευσεν ἄριστος στρατηγὸς ἀλόγως διωχθεὶς ἐκ συκοφαντίας, ὃς οὐ καρτερήσας ὁρᾶν πολιορκουμένην ὑπὸ Γάλλων τὴν Ῥώμην, δύναμιν συλλέξας ἠλευθέρωσε τῆς πολιορκίας τὴν πόλιν ἐπελθὼν ἔξωθεν καὶ διαφθείρας τοὺς πολεμίους. Τότε καὶ Θουκυδίδης ὁ συγγραφεὺς παρ' Ἀθηναίοις ἤκμαζε. Τότε καὶ ὁ Πελοποννησιακὸς συνέστη πόλεμος διὰ τὸ γεγονὸς ὑπὸ Περικλέους ψήφισμα μὴ κοινωνεῖν Μεγαρεῦσι τοὺς Ἀθηναίους, ὡς ὑβρίσασιν Ἀσπασίαν τὴν γαμετὴν αὐτοῦ, καὶ διὰ τὴν τοιαύτην αἰτίαν προσθεμένων τῶν Μεγαρέων τοῖς Λακεδαιμονίοις. Τότε καὶ Κίμων στρατηγὸς ἀκμάσας, ἀχαριστηθεὶς μετ' οὐ πολὺν ἐξωρίσθη χρόνον ὑπ' Ἀθηναίων τῶν καὶ Ἀριστείδην ἐξορισάντων καὶ τοὺς Θεμιστοκλέους πόνους ἀγνωμονησάντων οὕτως ὡς φάρμακον αὐτὸν ἑλέσθαι καὶ καταλῦσαι τὸν βίον. Τότε καὶ ∆ημόκριτος Ἀβδηρίτης φυσικὸς φιλόσοφος ἐγνωρίζετο καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος, Ζήνων τε καὶ Παρμενίδης οἱ φιλόσοφοι καὶ Ἱπποκράτης Κῶος ἰητρός· ῥήτορες δὲ Λυσίας τε καὶ Ἰσαῖος καὶ Ἀντισθένης ὠνομάζοντο, Ἀριστοφάνης τε ὁ κωμικὸς καὶ Εὐριπίδης ποιητὴς καὶ Ἡράκλειτος φυσικὸς φιλόσοφος, καθ' οὕς φασι καὶ Σωκράτην φιλόσοφον τεχθῆναι.
ΜΑΚΕ∆ΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων ιβʹ ἐβασίλευσεν Ἀρχέλαος ἔτη ιδʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος επαʹ. Μακεδόνων ιγʹ ἐβασίλευσεν Ὀρέστης ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζεʹ. 305 ΣΠΟΡΑ∆ΗΝ Ἐν Ῥώμῃ Σουνία παρθένος φθαρεῖσα κατωρύγη ζῶσα. Λίθος ἐκ τοῦ οὐρανοῦ ἔπεσεν ἐν Ποταμοῖς Αἰγός. Σωκράτης ἐγεννήθη. Πίνδαρος καὶ Σιμωνίδης μελοποιοὶ ἐγνωρίζοντο. Ἡ ἐν Θερμοπύλαις μάχη καὶ ἡ ἐν Σαλαμῖνι ναυμαχία. Ἐν Ῥώμῃ Πόρπιλά τις παρθένος ἐπὶ διαφθορᾷ καταγνωσθεῖσα ζῶσα κατωρύγη. Χοίριλος καὶ Προύνικος ἐγνωρίζοντο. Οἱ περὶ ∆ιαγόραν φυσικοὶ φιλόσοφοι ἤκμαζον. Ἱέρων Συρακουσίων ἐτυράννει καὶ ὅλης Σικελίας. Σοφοκλῆς τραγῳδοποιὸς πρῶτος ἐπεδείξατο. Θεμιστοκλῆς εἰς Πέρσας φεύγει διὰ τὴν Ἀθηναίων ἄνοιαν, ὃς αἷμα ταύρου πιὼν τελευτᾷ. Σικελίας δημοκρατία. Ἡλίου ἔκλειψις. Ἀναξαγόρας θνήσκει. Κίμων ἐπ' Εὐρυμέδοντι ναυμαχίᾳ Πέρσας νικᾷ καὶ πεζομαχίᾳ. Εὐήνιος ἐλεγείας ποιητὴς ἐγνωρίζετο. Ἐμπεδοκλῆς καὶ Παρμενίδης