138
ὀλίγῳ πλείους τριακοσίων. οἱ δὲ λοιποὶ ἀναχθέντες, ὡρμίσαντο ἐπ' ἀγκυρῶν, καὶ ἐς τὴν ὑστεραίαν, οὐκέτι ἀγαθὰς ἔχοντες τὰς ἐλπίδας περὶ Χίου, ἐπ' οἴκου ἀνεχώρουν. Μπενέτῳ δὲ ὡς πᾶσα ἐλπὶς περιῃρεῖτο, ἐπιληψίᾳ κατεσχέθη καὶ πρὶν ἑβδόμην ἥκειν ἐτελεύτησεν. ιδʹ. Ὀλίγου δὲ παρῳχηκότος χρόνου, συμβέβηκε βασιλέα ∆ιδυμοτείχῳ ἐνδιατρίβοντα ὀξεῖ νοσήματι περιπεσεῖν, ὃ παῖδες ἰατρῶν κεφαλικὸν σύμπτωμα καλοῦσιν. ἰατροὶ μὲν οὖν ἐκ πρώτης προσβολῆς τὴν ὀξύτητα δείσαντες τῆς νόσου, οὐκ ἀγαθὰς εἶχον τὰς ἐλπίδας· καὶ βασιλεὺς δὲ αὐτὸς τὴν ἀθρόαν καταβολὴν ὑπώπτευε μὴ οὐκ ἄνευ κινδύνου τελευτήσειν. δευτέρᾳ δὲ ἡμέρᾳ μετὰ τὴν προσβολὴν τὸν μέγαν δομέστικον μετακαλεσάμενος «σὺ μὲν» εἶπεν «οἶσθα, ὁσάκις ἐμοῦ πείθειν ἐπιχειρήσαντος παρασήμοις σε κοσμηθῆναι βασιλικοῖς, ὥς τι πλέον αὐτὸς εἰδὼς, τοὺς μὲν ἐμοὺς διεκρούσω λόγους, καίτοι λυσιτελοῦντα πᾶσιν ἀξιοῦντος· ἃ δὲ αὐτὸς ᾤου βελτίω εἶναι, ταῦτ' ἔθου διὰ σπουδῆς ἀκατάλυτα τηρεῖν. νῦν δὲ αὐτὸς ἔοικα μᾶλλον ἢ σὺ στοχάζεσθαι τῶν συμφερόντων. εἰ γὰρ ὅσα αὐτὸς ἠξίουν ἐτελεῖτο, νῦν οὐκ ἂν ἐν θορύβῳ πολλῷ καὶ ταραχῇ αὐτός τε ἦν καὶ τὰ Ῥωμαίων πράγματα τοὺς ἐσχάτους ὑπώπτευε κινδύνους. εἰ γάρ με συμβαίη νῦν ὑπὸ τῆς νόσου κατεργασθέντα τελευτῆσαι, ὅπερ οὐδὲ 1.392 πόῤῥω προσδοκίας, ἄδηλον εἰ μὴ εἰς πράγματα ὑμῖν καὶ ταραχὰς ἡ ἐμὴ τελευτὴ χωρήσει. διὸ καὶ δεῖν οἴομαι, αὐτῶν νυνὶ σαφῶς τὰ δέοντα τῶν πραγμάτων διδασκόντων, τὴν μὲν ἄκαιρον φιλονεικίαν καὶ τὴν οὐ προσήκουσαν ἔνστασιν καταλιπεῖν· αὐτὸν δὲ ὑπ' ὀφθαλμοῖς ὅσοι πάρεισι Ῥωμαίων ὑποδήμασί τε βασιλικοῖς καὶ πίλῳ τῷ ἐμῷ, ἃ δοκεῖ βασιλείας σύμβολα εἶναι, κοσμηθῆναι ἐπ' ἐμοῦ. κἂν μὲν καὶ αὐτὸς περιγένωμαι τῆς νόσου, καινὸν οὐδὲν ἂν εἴη εἰργασμένον. ἃ γὰρ προὐθέμην ἐξ ἀρχῆς καὶ διὰ σπουδῆς εἶχον ἐλθεῖν εἰς πέρας, ταῦτα ἔσται εἰργασμένα· εἰ δ' ἐξ ἀνθρώπων γένωμαι, τὴν ἡγεμονίαν πᾶσαν ἀναδέξασθαι Ῥωμαίων σὲ, καὶ μὴ διὰ τὴν ἀναρχίαν εἰς στάσεις καὶ πολέμους χωρῆσαι, ἐξ ὧν διαφθαρήσονται.» Βασιλεὺς μὲν οὖν τοιαῦτα συνεβούλευε καὶ προσετίθει, ὡς, εἰ μὴ ἀνιᾷν βούλοιτο αὐτὸν, καὶ ταῦτα νοσοῦντα νῦν, τὸ κελευόμενον ποιεῖν. ὁ δ' οὐδὲν ἔλαττον τῶν ἐξ ἀρχῆς εἴχετο λογισμῶν καὶ γνώμην εἶχεν, ὡς οὐδ' ἂν εἴ τι γένοιτο εἰς βασιλέως σχῆμα κατασταίη. συνιδὼν δὲ ὁ βασιλεὺς ὡς οὐκ ἂν δύναιτο πείθειν αὐτὸν ἀμείβειν τὸ σχῆμα, ἔγνω δεῖν μὴ πέρα τοῦ δέοντος φιλονεικεῖν, ἐν οὕτω στενῷ κομιδῇ τῶν πραγμάτων καθεστώτων, ἀλλ' αὐτοῖς πράγμασι διάδοχον αὐτὸν τῆς βασιλείας καταλιπεῖν, καὶ τοῖς παρεστῶσιν ἐκέλευε τούς τε προὔχοντας τῆς συγκλήτου πρῶτον καὶ τοὺς ἄλλους εὐγενείᾳ διαφέροντας, ἔπειτ' ἐφεξῆς καὶ τοὺς ἄλλους ὅσοι παρῆσαν Ῥωμαίων συγκαλεῖν. ἐπεὶ δὲ συνῆλθον καὶ περι 1.393 έστησαν αὐτὸν, καὶ Ἄνναν τὴν βασιλίδα ἐκέλευε παρεῖναι. ὡς δὲ καὶ αὐτὴ παρῆν, ὡς μάλιστα εἶχεν ἐπιῤῥώσας ἑαυτὸν, ὀλίγα ἄττα διειλέχθη πρὸς αὐτούς. ἔφη γάρ· «Τὴν μὲν εὔνοιαν, ὦ φίλοι, τὴν περὶ ὑμᾶς καὶ ὡς τοῦ παντὸς ἂν ἐτιμησάμην, οὐ μόνον κοινῇ πάντας, ἀλλὰ καὶ ἕκαστον ὑμῶν ἰδίᾳ τὰ μέγιστα εὐεργετῆσαι, καὶ ὡς οὐκ ἐν παρέργῳ, ἀλλὰ πάσῃ σπουδῇ τῷ κοινῷ Ῥωμαίων τι λυσιτελήσειν ὑμῖν χρώμενος συνεργοῖς προὐθέμην, νομίζων εἰ ἀποθανοῦμαι τοῖς βαρβάροις μαχόμενος ὑπὲρ αὐτῶν, πάσης ἥδιον καὶ μακαριώτερον ζωῆς, αὐτὸς ἂν εἰδείη θεὸς, ὁ τὰ ἄδηλα καὶ τὰ κεκρυμμένα τῶν ἀνθρώπων εἰδὼς καὶ καρδιῶν καὶ φρενῶν ἐταστής. ἐπεὶ δὲ οἷς οἶδε κρίμασιν αὐτὸς τοῦτο μὲν οὐ κέκρικε δεῖν, ἀλλ' ὡς ὁρᾶτε περιέστησεν ἡμῖν τὴν τελευτὴν, πάντας πείθων ἔργοις αὐτοῖς, ὡς οὔτε χρήμασιν οὔτε δόξῃ οὔτε τοῖς λοιποῖς ὅσα τῶν ῥεόντων καὶ φθειρομένων, χρεὼν προσέχειν, ἀλλ' ἑνὸς μόνου γίνεσθαι τοῦ διὰ βίου παντὸς προσέχειν θεῷ καὶ πρὸς τὸν ἐκεῖθεν βίον ἑαυτὸν ἕκαστον μεταῤῥυθμίζειν καὶ μεθαρμόζειν, πρῶτον μὲν ὑμᾶς ἀσπάζομαι τὰ τελευταῖα δὴ ταῦτα, ἄδηλον ὂν εἰ ἔτι προσφθέγξομαι ὑμῖν, καὶ δέομαι ὑμῶν, εἴ τις ὑμῖν κεῖται χάρις ἐμοῦ, ἱκεσίαις ἱλεώσασθαι τὸ κρεῖττον ἐμοὶ, τῷ πολλὰ πολλάκις αὐτῷ προσκεκρουκότι, μάλιστα νυνὶ δεομένῳ τῆς ἐπικουρίας ταυτησί·