138
ψυχὴ ἀθάνατός ἐστι· δοξάζω κᾀγὼ τοῦτο διὰ τὸ τῶν προσώπων ἀξιόπιστον. πάλιν δοξάζω κᾀγὼ, οτι ἡ ψυχὴ ἀεικίνητός ἐστι· τὸ δὲ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ αρα ἀθάνατος. ἐνταῦθα γὰρ ἀποπεράτωσις γέγονε τῆς ἐμῆς διανοίας. τινὲς δὲ δόξαν τὸν ἐνδιάθετον λόγον ἐκάλεσαν. ∆όξα ἐστὶ τὸ τοιῶσδε η τοιῶσδε δοκεῖν. δόξη καὶ ἡ κοσμικὴ φαντασία. ∆όξα δὲ ἡ οντως ἐστὶν επαινός τις ἀληθὴς καὶ απλαστος τοῖς ἀξίοις πρέπων. ∆όξα δικαίου. τὸ ἐν αὐτῷ πνεῦμα. η δύναμις ψυχῆς η ανευ αἰτίας τὰ πράγματα. ∆οξασίασ. ὑπολήψεως. ∆όξα. τὸ λογικὸν καὶ γνωστικὸν μέρος τῆς ψυχῆς. ∆ορά. δέρμα. κυρίως τὸ ἀποσεσυρμένον δέρμα τῶν ἀλόγων. παρὰ τὸ δέρω τὸ ἐκδείρω. ἐπὶ δὲ τῶν λοιπῶν ζώων παρὰ τὸ τέρμα ειναι τοῦ σώματος. ∆ορκαλίδεσ. οργανον κολαστικόν τι. η μάστιγες ἀπὸ ἱμάντων δορκάδων. ∆οροδόκοσ. τὸ ξύλον τὸ ὑποδεχόμενον τὸν οροφον. ∆οροδόκησ. ξιφοθήκης τῆς τὰ δόρατα ὑποδεχομένης. ∆ορκάσ. ὡς παρὰ τὸ λάμπω λαμπὰς, ουτω καὶ παρὰ τὸ δέρκω δορκάς· ὀξυδερκὲς γὰρ τὸ ζῶον. ∆ορπωρή. ἡ ἑσπερινὴ τροφὴ καὶ ὁ δεῖπνος. delta.563 ∆οχή. τὸ αριστον. ∆οχμή. ἡ παλαιστή· ο ἐστι τετραδάκτυλον τῆς χειρός. ̓Αριστοφάνης· καὶ πρὶν ἡμέραν φορέσαι μεῖζον ην δυοῖν δοχμαῖν. παρὰ τὸ δέχω γίνεται δοχμὴ, τὸ δεκτὸν μέρος τῆς χειρὸς, δι' ης δεχόμεθα τὰ διδόμενα. η παρὰ τὸ δοχμός· ἐπειδὴ πλαγίᾳ τῇ χειρὶ μετροῦμεν. ∆όλον. τὰς ἐπὶ λύμῃ τῶν ἀδελφῶν ἐπιβουλάς τε καὶ μηχανὰς, φησὶν ὁ ̓Απόστολος. ∆ουλεία. δουλείας τρόποι· ὁ τῆς δημιουργίας· ὁ τῆς πίστεως· ὁ ἀποστολῆς. καὶ ὁ ̓Απόστολος· Παῦλος δοῦλος ̓Ιησοῦ Χριστοῦ κλητὸς ἀπόστολος. (Οὐδέτερον.) ∆όγμα. θεολογία. παρὰ τὸ δοκῶ, δόκημα, καὶ κατὰ συγκοπὴν δόγμα. η παρὰ τὸ δόκω βαρύτονον. ὁ μέλλων δόξω, δέδογμαι, δόγμα. ∆ολιχόσκιον. μακρὸν η μέγα η τὸ μακρὰν σκιὰν ἀποτελοῦν η μακρὰν πορευόμενον. ∆όκανα. τάφοι τινὲς ἐν Λακεδαιμονίᾳ. παρὰ τὸ δέξασθαι τοὺς Τυνδαρίδας. ∆όματα. τὰ δωρήματα. δώματα δὲ, τὰ οἰκήματα, μέγα. ∆όμημα. τὸ οἰκοδόμημα. ἐκ τοῦ δέμω, δεμῶ, τὸ κτίζω. delta.564 ∆οξάριον. ἡ δόξα, ὑποκοριστικῶς. ∆όρατα. κοντάρια, λογχάρια. ∆ορύκτητον. τὸ διὰ πολέμου κτηθέν. ∆ορυλάειον, ∆ορύλειον, καὶ ∆ορύλαιον. τόπος. ∆όρει. κονταρίῳ. ἰστέον, οτι ωσπερ ἀπὸ τοῦ γῆρας γίνεται γήρως, καὶ ἀπὸ τοῦ δέρας δέρος, ουτως καὶ ἀπὸ τοῦ δόρυ δόρατος γίνεται δόρος· κᾀκεῖθεν ἡ δοτικὴ δόρει· ωσπερ τεῖχος, τείχει· τὸ δέ, -δουρὶ δὲ ξυστῷ μέμῃνεν Αιας. ἀπὸ τῆς δορὸς γενικῆς. ∆όρυ. καὶ τὸ ξύλον καὶ τὸ ἀκόντιον. τὸ ξύλον μὲν, ὡς παρ' ̔Ησιόδῳ· -εκαστον δὲ, δούρα θ' ἁμάξης. τὸ ἀκόντιον δέ· ευ μέν τις δόρυ θηξάσθω- ειρηται ἀπὸ τῆς δρυὸς, δρυόν τι ον, ἐπὶ παντὸς ξύλου λεγόμενον παρὰ τοῖς παλαιοῖς. η δαίρω, ο σημαίνει τὸ λεπίζω. τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα. η θόρυ τὶ ον τὸ ἐκ τῆς γῆς ἀνατρέχον. ὡς καὶ ὁ ποιητὴς λέγει· ἐπεὶ ουπω τοῖον ἐλήλυθεν ἐκ δόρυ γῆς. ∆ορύκνιον. γράφεται καὶ δορίχνιον. εστι δὲ πόα τίς. πινόμενον γὰρ ὑπάρχει τῶν θανασίμων. εστι δὲ κατὰ τὴν ὀσμὴν καὶ τὴν γεῦσιν γάλακτι παραπλήσιον. οθεν δυσδιάκριτον τῷ πίdelta.565 νοντι διὰ τὸ ειναι γάλακτι παραπλήσιον. ∆ημοφῶν δὲ ἐτυμολογεῖ αὐτὸ ουτως κεκλῆσθαι, διὰ τὸ δόρατι ισον ειναι κατὰ τὴν ἀναίρεσιν. ∆οῦρα. πλοῖα η ξύλα τὰ εἰς τὸν πύργον. ∆ουρηνεκέσ. οσον δόρατος βολή. οσον δόρυ διατεῖναι, η μῆκος δόρατος. ∆ουροδόκον. τὸν δεχόμενον τὰ δόρατα. ∆ούλιον ημαρ. ἡ τῆς αἰχμαλωσίας ἡμέρα. δούλειος δὲ ζυγὸς, δίφθογγον. ∆όχμιον. πλάγιον. ∆όγμα. εννοια παρὰ θεοῦ ἀψευδής. η δόξης πρότασις καὶ ἀνατροπὴ ἑτέρου, καὶ δι' ἀμφοτέρων ἀληθείας διάγνωσις. η ζήτησις περὶ πίστεως καὶ ἀκριβοῦς ζητήσεως ἀψευδὴς διάγνωσις. ∆οιά. ἀντὶ τοῦ δύο. ̔Ησίοδος· δοιὰ θέσθαι αροτρα πονησάμενος- ∆οιάντιον. πεδίον. ἀπὸ τοῦ ∆οίαντος ηρωος. ∆όμω. τὸ δῶρον. παρὰ τὸ δίδωμι, δώσω, δέδωκα, δέδομαι, καὶ ἐξ αὐτοῦ δόμα. ( ̔Ρῆμα.) ∆ογματίζει. θεολογεῖ. ∆οιάσατο. ἐνεδοίασε. λαμβάνεται καὶ ἐπὶ τοῦ εδοξε καὶ ἐνόμισε. κυρίως δὲ τὸ μιᾷ γνώμῃ μὴ ἑστάναι. οὐκ ἀπὸ τοῦ δοσσῶ δὲ ειρηται, ὡς φασὶ τινὲς, ἐπειδὴ εδοξα ωφειλεν ειναι ὁ ἀόριστος· ἀλλὰ παρὰ τὸ δοιὰς δοιάζω, ὡς ιππος delta.566 ἱππάζω, ὁ μέλλων