τὰ ἔντερα χολάδας τε, γαστέραν τὴν κοιλίαν· τοῦ δὲ ἐντέρου τὸ λεπτὸν ὀνόμαζέ μοι δέρτρον. ἴτιδας φλέβας λέγουσι τὰς περὶ τὴν καρδίαν. ἦτριν ὁ περικάρδιος ὀνομάζεται τόπος. ἀκώκυα ὀνύχια καὶ φύκρη οἱ δάκτυλοι. κόρση ἐστὶν ἡ κορυφή, τὸ ἁπαλὸν δὲ βρέγμα. οἱ μήνιγγες μὲν κρόταφοι, οἱ ὀφθαλμοὶ δὲ ἴλλοι, μέτωπον ἐπισκύνιον καὶ ἕρκος τε τὰ χείλη, γνάθια κατωσάγουνα, κόρρη ἡ παρειά τε. γυῖα τὰ μόριά εἰσιν, ἤγουν τὰ μέλη ὅλα. ἀσφάραγγος ὁ λάρυγξ τε, ἄσθμα ἡ ὑπερῴα. γύρας τὸ δέρμα λέγεται, καὶ νῶτός τε ἡ ῥᾶχις. κάνθεον τὸ περίυπνον καὶ τῶν βλεφάρων τόπος. καὶ ῥὶς ἡ μύτη λέγεται, δειρός τε ὁ αὐχένας. σφόνδυλον τοῦ τραχήλου τε ἀνθερεὼν καλοῦσιν, ἰνίον τὸν ἐγκέφαλον, οὔατά τε τὰ ὦτα, μετάφρενα τὰ μεταξὺ τῆς ῥάχεος καὶ ὤμων. βαλμὸς ὁ ὀφθαλμός ἐστιν, ὁ κενεὼν λαγόνας. ὀσφὺς ἡ ζώνη λέγεται, ἰσχίον τὸ σταυρίον, ἐπιγουνίδες οἱ μηροί, ἡμίκωλα ἰξία, ἰγνύα ἀντικνήμια καὶ μήκωνες αἱ ἄντζαι, πρότμησις ὑπομφάλιον, κύστις ὑπογαστέρα. ψυαὶ οἱ περινέφριοι τόποι ἀποκαλοῦνται. ἕδρα ἐστὶν ὁ ἀφεδρών, οἱ κύλινδροι αἰδοῖα, πιρίνα τε τὸ μόριον, φαλλοὶ ὁμοῦ τὰ δύο. κώλιπα κόξα λέγεται, ἣν ἄκανθαν καλοῦσιν. αἱ περιπλεύριαι μεραὶ σπλάγχνα ἀποκαλοῦνται. μᾶζα τροφὴ ἡ ἐκ μαζῶν, ἐκχέει τε καὶ τρέφει. μάρη ἡ χείρ, καὶ θέναρ δὲ ἡ τῆς χειρὸς κοιλία. σφυροὶ οἱ ἀστραγάλιοι τόποι ἀποκαλοῦνται. κῶλα ὀστᾶ κικλήσκονται, ἄλλοι πάλιν ῥοώδη, ταρσοὺς τὰ κτένια ποδῶν, ἄντυγας τὰς καμάρας, πέλματα τὰ ἰχνόποδα· ἀπόπατος ἡ δεῖσσα. 62 Τοῦ αὐτοῦ ψώραν ἔχοντός ποτε Στίχους Μιχαὴλ τῇ καλῇ ψώρᾳ πλέκω. Ἕως πότε ψώρα με συντήκειν ἔχεις, ἕως πότε ξαίνουσα καὶ τρύχουσά με τὸν εὐκτὸν οἰκτρὸν ἐργάσαιό μοι βίον; οὕπω παλαμναία σε, λυττῶν θηρίον, ἔχει κόρος τις τῆς καθ' ἡμῶν πικρίας; οὔπω τις οἶκτος τῆς βλάβης τοῦ σαρκίου; ἀπηγόρευσα, τὰς ἀμυχὰς οὐ φέρω τὰς θελξιπίκρους· ὢ ξένης ὄντως νόσου. Οὐκ ἔστιν οὐδὲν δεινόν, ὧδ' εἰπεῖν, πάθος χεῖρον, τραγῳδέ, κνησμονῆς ψωραλέας. σύνεστί μοι γὰρ νύκτα καὶ μεθ' ἡμέραν, θλίβουσα, πιέζουσα, βιβρώσκουσά με. ἂν εἰς πόλον τις χεῖρας ἐκτεῖναι θέλῃ, πόνος τις αὐτὰς ἄλλος ἀνθέλκει κάτω· ἂν ἐξαναπτύξειε βιβλίον πάλιν, ἡ χεὶρ ἐνεργός ἐστι τοῖς πεπονθόσι· κάλαμον εἰ λάβοι τις ὡς γράφειν θέλων, ῥίψας παρευθὺ συντόμως κνᾶται μόνον, οὐχ ἡδέως μέν, ἡδέως δέ πως ὅμως. πρὸς σιτίοις ὤν, εἴτε κλιθεὶς πρὸς πότον, κνᾶσθαι προτιμᾷ, καὶ πάρεργον ἡ πόσις· φίλοις ὁμιλῶν, ἄλλο τι πράττων μέγα, ἐσθῆτος ἐντὸς λάθρᾳ κνᾷ τοὺς δακτύλους· πάρεστιν ἡ νύξ, συμπάρεστιν ἡ φίλη, ὕπνος δ' ἄπεστι γλυκύθυμος ὀμμάτων. ἔστι δὲ χερσὶ καὶ πρὸς ἀλλήλας τότε ἅμιλλα λαμπρὰ πρὸς τὸ κνᾶν ἐρρωμένως μηρούς, σκέλη, τράχηλον, αὐτὴν κοιλίαν, αὐτὰς ἑαυτάς, σώματος σύμπαν μέρος, καὶ μηδ' ἀπειπεῖν μέχρις αὐτῆς ἡμέρας. Ἄιδειν προήχθης; εὐπρεπὴς σκῆψις τότε εὔρυθμα κνᾶσθαι πᾶν μέλος σοι σὺν μέλει· καὶ καιρὸς οὐδείς, οὐ τόπος τις, οὐ χρόνος τοῖς ψωριῶσιν (ὢ καλῆς φιλεργίας) ἄμοιρός ἐστι κνησμάτων, σπαραγμάτων. Οὕτω δὲ τυγχάνουσα πάγκακον τέρας ἔχει τι καὶ θέλγητρον εἰς βραχὺν χρόνον· ὅταν γὰρ ἐντὸς τοῦ βαλανείου γένῃ, ῥίψας ἑαυτὸν εἰς ὕδωρ ὑπερζέον, παπαὶ πόσης ἂν ἡδονῆς αἴσθῃ τότε, ἀντιρρόπου πόσης τε τῆς ἀλγηδόνος ἐκεῖθεν ἐκβάς, εἶτα κνώμενος πάλιν. Πλὴν ἀλλ' ἰατρὲ Χριστὲ τῶν νοσημάτων, δὸς ἐξαναπνεῦσαί με τῆς ἀργαλέας, τῆς προξένου μοι (φεῦ) πόσης ἀηδίας. κἂν οὐκ ἐπαχθές ἐστιν ὃ φράσαι θέλω, κέλευσον αὐτήν, οἷα δαίμονας πάλαι, λιποῦσαν ἡμᾶς τοὺς τεταριχευμένους, οὓς ἐξέτηξεν ἐκ μακρῶν ἤδη χρόνων, πτῆναι πρὸς αὐτὸν Ἀδριανὸν ὡς τάχος, τὸν ἄγριον σῦν, τὴν μιαιφόνον φύσιν. κόμης τίς ἐστι, τὸν χρόνον κατὰ Κρόνον, ὃς ἐν ναῷ πάλαι με τῶν