15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
σχημάτων ἀποδει κνύτω, καὶ οὗτος μὲν ὅπως τὰ ἄστρα στηρίζοιντο διερμηνευέτω καὶ τὴν κατὰ μῆκος ἐποχὴν τοῦ ἡλίου τρανούτω καὶ τὴν ἐντεῦθεν ἀναφαινομένην διαίρεσιν τῶν ὡρῶν, ἐκεῖνος δὲ περὶ μουσικῆς τι διδασκέτω καὶ ὅπως τὰ διάφορα τῶν μελῶν εἰς μίαν ἁρμονίαν κιρνάμενα μονοειδῶς ἐμπίπτει ταῖς ἀκοαῖς· φθέγγεσθε δὲ ταῦτα μὴ συγκεχυμένως μηδὲ κατὰ θροῦν ἄσημον, ἀλλ' ἑτέρου φιλοσοφοῦντος ὁ ῥητορεύων ὑποχωρείτω, κἀντεῦθεν τούτου περὶ κάλλους ὀνομάτων διδάσκοντος ὁ περὶ τὸν νοῦν σιγάτω. ἂν οὕτω ποιῆτε, τήν τε πηγήν, ἵνα μὴ λέγω ἐμέ, ὁπόθεν ὑμῖν τὸ ῥεῦμα τῆς γλώττης ἐρρύη, ἥτις ἐστὶ τὴν φύσιν, σαφῶς παραστήσετε, τόν τε ὑμέτερον ποτα μόν, ὁμαλῶς τοῖς ὀχετοῖς μεριζόμενον, ἀλυπότατον καὶ προσηνέστατον τοῖς ῥεύμασι δείξετε.
61 οζʹ. Ἐκ τοῦ «Ἔμελλεν ἄρα», εἰς τὸ «καὶ εἰ τὸ πάντα ἐν πᾶσι κεῖσθαι»
Εἰ καὶ πόρρω τοῦ καιροῦ τὸ ἐρώτημα καὶ μὴ μετὰ τῆς ἀκριβείας τοῦ δόγματος καὶ τὸ εὔκαιρον ἔχον, ἀλλ' ἡμεῖς γε οὐδέτερον διὰ θάτερον ἀθετήσομεν, ἀλλ' ἕνεκά γε τοῦ κρείττονος παραιτησόμεθα τὸ ἀξύμφορον. τὸ μὲν οὖν πρόβλημα τῶν πολλάκις θρυλλουμένων ἐστίν, ἐπιστάσεως δέ, ὡς ἔμοιγε δοκεῖ, ἐς τὴν τήμερον οὔπω τετύχηκεν ἀκριβοῦς, ἀλλ' οἱ διερ μηνεύειν τὸ δόγμα πειρώμενοι ταῖς Ἐμπεδοκλέους δόξαις ἐς τὴν διάσκε ψιν καταχρώμενοι ἥκιστά μοι δοκοῦσι τὰς Ἀναξαγορείους εἰδέναι, ἃς δὴ καὶ μᾶλλον ἀπίστους ἡγεῖται ὁ μέγας πατήρ, ἢ αὐτὸ τοῦτο ὅπερ ἐνδείκνυ ται, ἀμφιβόλους καὶ ἐφ' ἑκάτερα ῥεπούσας ταῖς ὑπολήψεσι. «Καὶ εἰ τὸ πάντα» γάρ φησιν «ἐν πᾶσι κεῖσθαι μὴ πειστέον τοῖς λέγουσιν, ἀλλ' ἡμῖν γε πειστέον ὡς ἐν ἀλλήλοις καὶ παρ' ἀλλήλοις ἐκείμεθα». συν εστραμμένον τὸ νόημα, συνεστραμμένη τε ἡ σύνθεσις καὶ μάλα περιοδικὴ ἤ, τό γε ἀληθέστερον εἰπεῖν, περίοδος ἀκριβής. δεῖ οὖν ἡμᾶς, ὥσπερ τι βιβλίον συνεπτυγμένον, ἀναπτύσσειν καὶ ἀνελίττειν οὐ μεῖον ἢ ὁ ἥλιος τὰ τοῦ λωτοῦ φύλλα· τουτὶ γὰρ τὸ φυτὸν συνεπτυγμένον τυγχάνει πρὸ τῶν ἡλιακῶν αὐγῶν, ὁμοῦ τε ἐκεῖνος ἀπὸ τοῦ ἀνατολικοῦ ὁρίζοντος μετεωρί ζεται καὶ τοῦτο ἀρρήτῳ τινὶ λόγῳ ἀναπλοῦται καὶ ἀναπτύσσεται. «καὶ εἰ τὸ πάντα» φησίν «ἐν πᾶσι κεῖσθαι μὴ πειστέον». Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος φιλόσοφος ἀρχὰς ὑλικὰς τοῖς συγκρίμασι τὰ τέσσαρα στοιχεῖα ὑπέθετο, τόν τε παρ' ἐκείνῳ λεγόμενον Σφαῖρον καὶ τὸ Νεῖκος καὶ τὴν Φιλίαν, ἃ δὴ καὶ διωρισμένα καθ' ἑαυτὰ ἔφασκε καὶ ἐν ἀλλήλοις ὄντα τε καὶ εὑρισκόμενα· τῷ μὲν γὰρ πυρὶ τὸν μετὰ τὸν αἰθέρα τόπον ὑπετίθει, τῷ δ' ἀέρι τὸν μετ' ἐκεῖνον, μεθ' ὃν τὸ ὕδωρ καὶ αὖθις τὴν γῆν. οὕτω μὲν οὖν διώριζεν, ἀνεκίρνα δὲ καὶ ἀνεμίγνυεν, ὅτι μηδὲν τῶν στοιχείων τούτων ἀμιγὲς θατέρου ἑώρα, ἀλλὰ καὶ τὴν γένεσιν ἐξ ἀλλήλων τυγχάνου σαν καὶ τὴν ὑπόστασιν ἐκ πάντων μεμίχθαι· τὰ γὰρ σβεννύμενα τοῦ πυρὸς μόρια εἰς τὴν τοῦ ἀέρος οὐσίαν μεθίστασθαι, τὸν δ' ἀέρα πηγνύμε νον εἰς ὕδωρ μεταβάλλεσθαι, τοῦτο δὲ αὖθις συμπιλούμενον πάγον πε τραῖον γίνεσθαι, ὅστις ἐστὶν ὁ κρύσταλλος, καὶ αὖθις τοῦτον μὲν εἰς ὕδωρ ἀναλύεσθαι, τὸ δὲ ὕδωρ ἐξατμιζόμενον ἀέρα γίνεσθαι, τὸν δ' ἀέρα πυρούμενον εἰς πῦρ μεταβάλλεσθαι. οὐ μόνον δὲ οὕτω γεννᾶσθαι ταῦτα, ἀλλὰ καὶ ὑφίστασθαι. ἰδοὺ γὰρ ἐκ λίθου πῦρ ἐξάλλεται καὶ νοτὶς ἀπορρεῖ, νοτερᾶς γενομένης τῆς τοῦ περιέχοντος καταστάσεως, ἀλλὰ καὶ ἀτμὶς ἀναδίδοται. αὐτός τε ὁ ἀὴρ σύγκρατος ἐκ πάντων ἐστίν, ᾧ μὲν γὰρ κέχρωσται πυρὸς μετέσχηκε, πυρὸς γὰρ εἴδη τὰ χρώματα· ᾧ δὲ πήγνυται χαλαζῶν ἢ συννεφούμενος στερέμνιός τε καὶ λιθώδης ἐστίν· ᾧ δὲ τῆς δια φανοῦς καὶ διόσμου μετέχει δυνάμεως ἀήρ ἐστι καθαρός· ἐπεὶ δὲ καὶ ψεκάζει καὶ ὑετίζει, οὐδὲ τοῦ ὑγρὸς εἶναι ἀπήλλακται. καὶ ὁ περιέχων δὲ ταῦτα κόσμος, ὃν δὴ οὐρανὸν ἡ Ἑλληνικὴ οἶδε καλεῖν συνήθεια, ἐκ τῶν