138
ἀντιτείνει βουλεύμασιν. Βούλεται δὲ εἰπεῖν, ὅτι Καὶ ἡ ψυχή μου, καὶ τὸ σῶμά μου, ἱμείρεταί σου καὶ ποθεῖ σε, καθάπερ ὁ διψῶν ὕδωρ ἥδιστόν τε καὶ διειδέστατον. "Ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ. [γʹ.] Οὕ τως ἐν τῷ ἁγίῳ ὤφθην σοι." Οὐδεμίαν ἀπὸ τῆς ἐρημίας βλάβην εἰσεδεξάμην· ἀλλ' ὡς παρ' αὐτὴν ἑστηκὼς τὴν ἱεράν σου σκηνὴν, οὕτως σοι τὴν ὑμνῳδίαν προσφέρω. Τὸ γὰρ ἐν τῷ ἁγίῳ τὴν σκηνὴν λέγει. Οὐδέπω γὰρ ὁ θεῖος νεὼς ᾠκοδόμητο. "Τοῦ ἰδεῖν τὴν δύναμίν σου, καὶ τὴν δόξαν σου." Παρίσταμαι δέ σοι, τὴν ἄῤῥητον φανταζόμενος δύναμιν. Ἐπειδὴ γὰρ ἡ σὴ φύσις ἀνέφικτος, ἀπὸ τῶν ὑπὸ σοῦ γινο μένων λαμβάνω τῆς δοξολογίας τὰς ἀφορμάς. [ ̔Ο δὲ ἐξ ἐθνῶν πεπιστευκὼς λαὸς διηνεκῶς ἂν εἴποι· Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι· τουτέστιν ἐν τῷ ναῷ· ἐν ᾧ θύῃ ἀθύτως καὶ μερίζῃ ἀμερίστως καὶ ἐκδαπανᾷ μένων ἀδαπάνητος.] δʹ. "Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε." Πάσης τῆς ζωῆς τῆς τῶν πλουτούντων, καὶ τῆς τῶν δυναστευόντων, καὶ ἀφρόντιδος, καὶ πολυφρόντιδος, καὶ ἁβροδιαίτου, καὶ ἀνειμένης, τὸν σὸν ἔλεον προαιροῦμαι, καὶ εἰς τὴν σὴν ὑμνῳδίαν τὰ χείλη κινῶ. εʹ. "Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου· ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου." Τοῦτο δὲ παρὰ πάντα μου τὸν βίον διατελέσω ποιῶν· ὑμνῶν μὲν τῇ γλώττῃ, τὰς δὲ χεῖρας ἐκτείνων, καὶ τὴν σὴν φιλανθρωπίαν αἰτῶν. ʹ. "Ὡς ἐκ στέατος καὶ πιότητος, ἐμπλησθείη ἡ ψυχή μου." Τὴν δὲ σὴν ὑμνῳδίαν πιότητα ὑπολαμβάνω ψυχῆς· καὶ πιμελῆ καὶ εὐτραφῆ ταύτην οἶμαι γίνεσθαι. Χλιδὴ γὰρ μόνιμος, καὶ τρυφὴ, τῶν σῶν λογίων ἡ μελέτη. "Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου." Οὗ δὴ χάριν μετὰ πάσης σοι προθυμίας προσοίσω τὸν ὕμνον, τὸ ἐντεῦθεν ἐπι στάμενος κέρδος. ζʹ, ηʹ. "Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ὅτι ἐγενή θης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι." Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευ σεν· Ἀναμιμνήσκομαί σου ἐπὶ τῆς στρωμνῆς μου· καθ' ἑκάστην φυλακὴν ἐμελέτων σε· καὶ σκεπόμενος ἐν ταῖς πτέρυξί σου, εὐφήμουν. Φυλακὰς δὲ λέγει τὰς νυκτερινάς· διαιρούμενοι γὰρ 80.1340 τὸν νυκτερινὸν καιρὸν οἱ φυλάττειν πεπιστευμένοι, τοῦτο δρῶσι σφᾶς αὐτοὺς διαδεχόμενοι. Καὶ οἱ μὲν τριχῆ διαιροῦσιν, οἱ δὲ τετραχῆ. Καὶ ὁ Κύριος τετάρτῃ φυλακῇ τῆς νυκτὸς πρὸς τοὺς ἱεροὺς ἀπο στόλους ἐλήλυθε. Λέγει τοίνυν ὁ θεῖος ∆αβὶδ, ὅτι Καὶ ἐπὶ στρωμνῆς κατακείμενος, τὸν ἥδιστον ὕπνον ἀνεβαλλόμην, καθ' ἑκάστην φυλακὴν τὴν σὴν ἔχων μελέτην· καὶ ὕμνοις τὰς εἰς ἐμὲ γεγε νημένας ἠμειβόμην εὐεργεσίας. Οἷον γάρ τινι πτερύγων σκέπῃ, τῇ ἀμάχῳ με προμηθείᾳ φυλάτ τεις. [Καὶ τοῦτο δὲ αὐτὸ ὁ ἐξ ἐθνῶν λαὸς πεπι στευκὼς μνημονεύει πάντως ἐπὶ τῆς στρωμνῆς, ἐν τῷ ὄρθρῳ ἀνυμνῶν τὸν τῶν ὅλων Σωτῆρα. "Ὅτι ἐγενήθης αὐτὸς βοηθὸς, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύ γων σου ἀγαλλιάσομαι." Πτέρυγας δὲ δικαίως ἂν εἴποι ὁ αὐτὸς παλαιάν τε καὶ νέαν διαθήκην, δι' ἧς σκεπόμενος καὶ τρεφόμενος καὶ ἀγαλλιώμενος διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας προήχθη εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.] θʹ. "Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου." Οὐδὲ πρὸς βραχὺ, φησὶ, τὸν ἐμὸν λογισμὸν τῆς σῆς ἀπο στῆσαι δύναμαι μνήμης· ἀλλὰ φίλτρῳ θερμῷ πυρευό μενος, οἷόν τινι κόλλῃ τῇ μνήμῃ τῷ σῷ πόθῳ προσδέδεμαι. Εἶτα δείκνυσι τὸν τοῦ πόθου καρπόν. "Ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου." Οὕτω γάρ με διακείμενον ὁρῶν, τῆς σῆς ἀξιοῖς προμηθείας. ιʹ. "Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου." Οὐδὲν ἠδικηκότα με σπουδάζουσιν ἀνελεῖν. "Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς." Ἀλλ' οἶδα ὡς θανάτῳ παραδοθήσονται. Εἶτα καὶ τὸν τρόπον προθεσπίζει τῆς τελευτῆς. ιαʹ. "Παραδοθήσονται εἰς χεῖρας ῥομφαίας." Ὑπὸ πολεμικῆς τοῦτο πείσονται δεξιᾶς. "Μερίδες ἀλωπέκων ἔσονται." Καὶ τοῦτο, φησὶν, οὐχ ὑπὸ δυνατῶν τινων ὑποστήσονται πολεμίων· ἀλλ' ὑπὸ τῶν προσοίκων ἀλλοφύλων· οἳ δίκην ἀλωπέκων, ποτὲ μὲν ἐπίασι, θαμὰ δὲ καὶ συνεχῶς ἐξελαυνό μενοι φεύγουσιν. Αἰνίττεται δὲ τὸ πρόχειρον νόημα, ὡς τῶν ἐν τῷ πολέμῳ πεσόντων οἱ πλείους οὐδὲ