138
Κυρίῳ. 188 {1∆ωροθέῳ τέκνῳ}1 Χαίρω καὶ συγχαίρω σοι, ∆ωρόθεε, τὸ ὡς ἀληθῶς δῶρον θεοῦ. ἐγένετό σοι τοὔνομα πρᾶγμα, ἡ κλῆσις πρᾶξις· ἐδάρης, τέκνον μου σεβαστόν, ὑπὲρ Χριστοῦ. εὖγε, ἀθλητὰ στερροκάρδιε, χρυσόσαρκε, σαπφείρου τιμιώτερε, πορφύρας ὡραιότερε· εἴθε μοι ἀσπάσασθαι τὸν τῶν σαρκῶν σου ξεσμόν, τὰ ἱερὰ μέλη σου, ἃ ἀπειργάσω μέλη Χριστοῦ, οὗ τῷ αἵματι τὸ αἷμά σου κρᾶμα. εὖγε, σύμμορφε τοῦ Χριστοῦ, ὅτι οὐκ ἐδίστασας εἰσελθεῖν εἰς τὸ στάδιον οὐδὲ προείλου τὴν παροῦσαν ζωὴν τῆς αἰωνίου καὶ ἀθανάτου. ἤδη γὰρ τῇ προθέσει ἐξεδήμησας πρὸς Κύριον, ὃν κατείληφεν ὁ σὸς σύναθλος καὶ μάρτυς Θαδδαῖος· τάχα γὰρ διὰ τοῦτο εἰάθης ἔτι ἐν σαρκί, ὡς ἂν πλειοτέρως δοξάσοις τὸν θεὸν ἐν τοῖς μέλεσί σου. οὐά, χαρὰ μεγάλη ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὅτι μάρτυρες Χριστοῦ ἐγενήθητε· οἴ, ποῖον καλόν, ὅτι στῦλοι καὶ ἑδραιώματα τῆς ἀληθείας ὤφθητε, ἡλίου λαμπρότερον ἐξελάμψατε, μαργάρων τιμαλφέστερον ἀπηυγάσατε. ὢ τῆς μεγαλοδωρεᾶς· ὢ τῆς αἰνέσεως· οὐ φέρω τὴν ἡδονήν, ἔκδημος γέγονα τῷ πνεύματι. κατέλαβόν σε, τέκνον ἱερόν, κατασπάζομαι, στεφανῶ, αἰνῶ· ἐρωτῶ, πῶς τὰ ἆθλα, πῶς ἤνεγκας τὰς ἀλγηδόνας, πῶς ἦν ἡ τιμία σου ψυχὴ ἐν τούτοις καὶ ἐπ' αὐτῆς τῆς εἰσόδου; καί μοι δοκεῖ ἀνταποκρίνεσθαί σε τοιαῦτα· "4ὅπου θεοῦ φόβος, ἐκεῖ καταφρόνησις θανάτου, παρόρασις σαρκός, ἔκστασις τῆς πρὸς τὰ μέλη σχέσεως, νικώσης τὴν δριμύτητα τῶν ἀλγεινῶν τῆς πίστεως καὶ ἀγάπης καὶ ἐλπίδος Χριστοῦ"5. Οὕτως ἔχει, ἐμὸν σπλάγχνον, Χριστοῦ ἀρνίον. ἀλλὰ δέομαί σου, μή με καταισχύνῃς, μᾶλλον δέ, εἰ καὶ τολμηρὸν εἰπεῖν, Χριστόν, ἀλλὰ τέλεσόν σου τὸν ἀγῶνα, τοῖς προλαβοῦσιν ἐπισφραγίζων τὰ μέλλοντα. ἤδη ὡς σίδηρος πυρὶ ἐστομώθης, ἀδελφέ, τῷ καυστῆρι τῶν μαστίγων· βούλεταί σε Χριστὸς ὡς σκεῦος ἐκλογῆς ἔτι τυχὸν χαλκευθῆναι, σὺν Παύλῳ χορεῦσαι. μὴ δειλιάσῃς, γενναῖέ μου ἀθλητά· ὁ σώσας καὶ διαβιβάσας σε ἐν τοῖς φθάσασιν ἤδη πλειόνως συνέσται σοι καὶ ῥύσεταί σε ἐκ στόματος λέοντος καὶ νοητοῦ καὶ αἰσθητοῦ, στεφανῶν σε μετὰ μαρτύρων. ἄρτι ἀκουστόν σου τὸ ὄνομα, ἄρτι μάλα ἤρξατό σε ὑψοῦν θεὸς ὑπὲρ ἀρχιερεῖς καὶ ἱερεῖς, ὑπὲρ στυλίτας καὶ καθηγητάς, ὑπὲρ πατριάρχας καὶ βοτανικούς, ὀρθοδόξους δῆλον ὅτι. μὴ πέσῃς ὁ στῦλος, μὴ λιποτακτήσῃς ὁ ὁμολογητής, ἄνω ἡ καρδία, Χριστός σοι ἀναπνοή, ταπείνωσις κραταιά, ἐν ᾗ ἐνίκησεν ὁ ταπεινώσας ἑαυτὸν μέχρι θανάτου τὸν ἄρχοντα τοῦ κόσμου τούτου καὶ νικᾶν αὐτὸν καὶ ἡμῖν ἐν ἑαυτῷ ἐδωρήσατο δύναμιν. Προσεύχου περὶ ἐμοῦ, παρακαλῶ σε ὡς φιλοπάτορα, ἵνα συνεπομένως ὑμῖν ἐκβιώσω. 189 {1Ἰακώβῳ τέκνῳ}1 Εὖγε, Ἰάκωβε, τέκνον ἐμὸν σεβαστόν· ποῦ ποτε ἐγὼ ἤλπιζον ὅτι ἐν μάρτυσι Χριστοῦ σύ, ὁ ἐσχατίζων ἐν τοῖς ἀδελφοῖς σου τῷ βαθμῷ; καί γε τὸ θαυμασιώτερον, ὅτι καὶ τῶν συνάθλων σου πρῶτος εἰσῆλθες εἰς τὸ ὑπὲρ Χριστοῦ στάδιον. ἐνόμισεν ὁ ἄνομος διώκτης διὰ σοῦ ὡς ἀφερεπόνου καὶ οὐθενὸς ἀξίου τὰ νικητήρια ἔχειν· ἀλλ' ἥττηται ὁ δείλαιος, ἐντυχὼν ἀνδρὶ ἐκδεδωκότι ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ τὴν ἑαυτοῦ ψυχὴν καὶ ἰσχυροτέρῳ τῶν ἑαυτοῦ πληγῶν εὑρεθέντι. ὤ, τέκνον, τῆς εὐάνδρου σου ψυχῆς· ἤνεγκας ὡς ἀδάμας τοσαύτας καὶ τηλικαύτας μάστιγας ἐν τῷ νώτῳ καὶ τῷ στέρνει καὶ ἐν τοῖς βραχίοσιν ὡσαύτως. ὢ τῆς ἀπηνείας τῶν θηριογνώμων· καὶ ὢ τῆς εὐλογημένης σου σαρκός. πάντοθεν ἐστίχθης, ἤρθης ὡς νεκρός, φόρτος γεγονὼς ἐμπεριειλημμένος ῥάκει τοῖς ἀθέοις· εἶτα καὶ ἀπειληθεὶς πάλιν κόλασιν οὐ κατηγωνίσθης, ἀλλ' ἐπαρεσκευάσθης, διαθέμενος τὰ ἐπιτάφια. δόξα θεῷ καὶ αἴνεσις· ὑπόθεσις καὶ ὑπαλοιφὴ σὺ καὶ τοῖς συνάθλοις σου ἀδελφοῖς, ὧν ὁ εἷς ἐξεδήμησε πρὸς Κύριον, οἱ δὲ ἐπὶ τοῦ αὐτοῦ σοι ἀγῶνος. πόσος σοι ὁ μισθός· σύ μου οὐ τέκνον, ἀλλὰ πατήρ, θεὸν θεραπεύσας. Ἀλλὰ βλέπε ὅτι τὰ τέλη ἐπιζητεῖται καὶ οὐκ ἀρκεῖ τὸ καλῶς ἐνάρξασθαι, εἰ καὶ ἐφόδιόν ἐστι τοῦ καὶ καλῶς τελειῶσαι. ἀπόθανον, τέκνον, ὑπὲρ Χριστοῦ, μὴ ἀπολέσῃς τὸν θεοπάροχον καὶ μέγαν ἀγῶνά σου. ὤμοι ἐπὶ τοῖς ὠλισθηκόσιν, ὅτι οὐκ ἦσαν ἐκ τοῦ