138
καὶ φονεύς." καὶ ἐξηγεῖτο τῷ Φιλιππικῷ τὴν τοῦ ὀνείρου ἀποκάλυψιν. τῇ δὲ νυκτὶ ἐκείνῃ ἐφάνη ἀστὴρ ἐν τῷ οὐρανῷ, ὁ λεγόμενος κομήτης. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἔφθασε καὶ ὁ ἀποσταλεὶς μαγιστριανὸς πρὸς τοὺς ἐν τῇ ἐρήμῳ ἁγίους πατέρας φέρων παρ' αὐτῶν ἀπόκρισιν τοιαύτην, ὅτι "ὁ θεὸς δεξάμενος τὴν μετάνοιάν σου σώζει τὴν ψυχήν σου καὶ μετὰ ἁγίων κατατάττει σε πανοικεί, τῆς δὲ βασιλείας μετὰ ἀτιμίας καὶ κινδύνου ἐκπίπτεις." ταῦτα ἀκούσας Μαυρίκιος ἐδόξασε μεγάλως τὸν θεόν. τῆς τοίνυν μετοπωρινῆς ὥρας καταλαβούσης, καὶ Μαυρικίου τοῦ βασιλέως κελεύσαντος τῷ Πέτρῳ ἐν τῇ τῶν Σκλαυινῶν χώρᾳ τὸν λαὸν παραχειμάσαι, ἀντέστησαν οἱ Ῥωμαῖοι μὴ καταδεχόμενοι τοῦτο ποιεῖν διά τε τὴν τῶν ἵππων ταπείνωσιν καὶ διὰ τὸ πολλὴν πραῖδαν ἐπιφέρεσθαι καὶ διὰ τὸ πλήθη βαρβάρων περικεχῦσθαι τῇ χώρᾳ, καὶ στάσιν ἐμελέτησαν. ὁ δὲ στρατηγὸς διαγανακτῶν κατὰ τοῦ λαοῦ εἰς ἀπόνοιαν αὐτοὺς ἐνέβαλεν. ἐπιπίπτουσι τοίνυν ὑετοὶ λάβροι τῷ λαῷ καὶ ψῦχος πολύ. ὁ δὲ Πέτρος ἀπὸ εἴκοσι μιλίων τῆς στρατιᾶς τὴν διατριβὴν ἐποιεῖτο. Μαυρίκιος δὲ τῷ Πέτρῳ ἐπώχλει διὰ γραμμάτων περᾶσαι τὸν Ἴστρον, καὶ τὰς χειμερινὰς ἀποτροφὰς τοῦ λαοῦ ἐκ τῆς τῶν Σκλαυινῶν χώρας ἀρύσασθαι, ὅπως μὴ δημοσίας σιτήσεις ἀναγκασθῇ τοῖς Ῥωμαίοις παρασχέσθαι. ὁ δὲ στρατηγὸς μεταστειλάμενος τὸν Γουδούην ἔφησεν· "λίαν μοι βαρύτατα τὰ τοῦ βασιλέως προστάγματα ἐπὶ ἀλλοτρίας γῆς χειμάσαι Ῥωμαίους· καὶ τὸ παρακοῦσαι χαλεπόν, καὶ τὸ ὑπακοῦσαι δεινότερον. οὐδὲν καλὸν τίκτει φιλαργυρία, μήτηρ δὲ 287 πάντων τῶν κακῶν καθέστηκεν. ταύτην νοσῶν ὁ αὐτοκράτωρ τῶν μεγίστων κακῶν αἴτιος τοῖς Ῥωμαίοις γίνεται." μεταστειλάμενος δὲ τοὺς ταξιάρχας τοῦ λαοῦ τὸν τοῦ βασιλέως σκοπὸν αὐτοῖς παρεδήλωσεν. οἱ δὲ ἔφησαν τὸν λαὸν τοῦτο μὴ καταδέξασθαι. ὁ δὲ λαὸς τοῦτο ἀκούσας ἐστασίασεν· καὶ οἱ ἐπίσημοι ἄρχοντες φυγόντες ἐξ αὐτῶν πρὸς τὸν στρατηγὸν παρεγένοντο. τὰ δὲ πλήθη συναθροισθέντα προβάλλονται ἔξαρχον Φωκᾶν τὸν κένταρχον, καὶ ἐπὶ ἀσπίδος τοῦτον ὑψώσαντες εὐφήμησαν ἔξαρχον. καὶ ταῦτα ὁ Πέτρος ἀκηκοὼς εἰς φυγὴν ἐτράπη καὶ τῷ βασιλεῖ πάντα κατάδηλα ἐποίησεν. ὁ δὲ βασιλεὺς τὰ δυσχερῆ ταῦτα ἀκούσας κρύπτειν αὐτὰ τὰ πλήθη ἐπειρᾶτο. δευτέρα δὲ ἡμέρα, καὶ ἱππικὸν ἐπετέλεσε τὰ τῆς συμφορᾶς ἀποκρύπτων. ὁ δὲ δῆμος τῶν Πρασίνων ἔκραζε λέγων· "Κωνσταντῖνος καὶ ∆ομεντζίολος, δέσποτα Ῥωμαίων τρισαύγουστε, τῷ οἰκείῳ σου δήμῳ παρενοχλοῦσιν, ἵνα ὁ Κρούκης διοικήσῃ, εἰς ἃς ἔχομεν ἁμαρτίας. ὁ θεός, ὁ τὰ πάντα δημιουργήσας, ὑποτάξει σοι πάντα ἐχθρὸν καὶ πολέμιον ἐμφύλιόν τε καὶ ἀλλόφυλον χωρὶς αἱμάτων." ὁ δὲ βασιλεὺς τοῖς δήμοις ἐδήλου· "μηδὲν ὑμᾶς ταράξῃ ἀλόγων στρατιωτῶν ἀκοσμία καὶ ἀταξία." οἱ δὲ Βένετοι εἶπον· "ὁ θεός, ὁ κελεύσας σε βασιλεύειν, ὑποτάξει σοι πάντα τὸν πολεμοῦντα τὴν βασιλείαν σου. εἰ δὲ Ῥωμαῖός ἐστιν ὁ ἀγνωμονῶν σε εἰς δουλείαν σου τοῦτον ὑποτάξει χωρὶς αἱμάτων." τούτους δὲ ὁ βασιλεὺς καθοπλίσας καὶ λόγοις ἠπίοις κατευνάσας σὺν τοῖς δημάρχοις φυλάττειν τὰ τείχη τῆς πόλεως προσέταξεν. τοῦ δὲ υἱοῦ τοῦ βασιλέως Θεοδοσίου ἅμα Γερμανοῦ, τοῦ πενθεροῦ αὐτοῦ, εἰς Καλλικράτειαν κυνηγετοῦντος, ἀποστέλλουσιν οἱ Ῥωμαῖοι γράμματα πρὸς Θεοδόσιον ἀξιοῦντες ὑπ' αὐτοῦ βασιλεύεσθαι, εἰ δὲ μή, κἂν Γερμανὸν ἀναγορεῦσαι βασιλέα· μηδὲ γὰρ ἔτι ἀνέχεσθαι ὑπὸ Μαυρικίου βασιλεύεσθαι. ταῦτα ὁ Μαυρίκιος μαθὼν μεταστέλλεται τὸν υἱὸν πρὸς ἑαυτόν· Κομεντίολον δὲ τὰ τείχη φρουρεῖν προσέταττεν. τὸν δὲ Γερμανὸν σὺν τῷ υἱῷ Θεοδοσίῳ κατῃτιᾶτο τῶν συμφορῶν αἴτιον γεγονέναι. τοῦ 288 δὲ Γερμανοῦ ἀπολογουμένου, Μαυρίκιος ἔφη· "ὦ Γερμανέ, δύο εἰσὶ τεκμήρια τῆς ὑπονοίας μου· τά τε ἐκ τοῦ λαοῦ πρός σε γράμματα, καὶ τοῦ φείδεσθαι τὸν λαὸν τῆς ἀγελαίας ἵππου τῆς νεμομένης σοι εἰς τὰ προάστεια. πάντα γὰρ διήρπασαν, καὶ τῶν σῶν ἐφείσαντο. φείδου, Γερμανέ, τοῦ μηκύνειν τὸν λόγον, οὐδὲν ἡδύτερον τοῦ διὰ ξίφους