1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

139

δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς». τοῦ δὲ εἰπόν- τος· «Ποίας;» ἐπὶ τὰς τοῦ νόμου ἔπεμψεν. οὐκ ἂν δὲ ἕτερόν τινα ἀγαθὸν σημαίνων ἐπὶ τὰς τοῦ δικαίου ἀνέπεμπεν ἐντολάς. ὅτι δὲ τὸ δίκαιον ἄλλο ἐστὶν καὶ τὸ ἀγαθὸν ἕτερον, καὶ αὐτὸς ὁμολογῶ, ἀλλ' ὅτι τοῦ αὐτοῦ ἐστιν τὸ ἀγαθῷ εἶναι καὶ δικαίῳ, ἀγνοεῖς. ἀγαθὸς γάρ ἐστιν μετανοοῦσι μὲν νῦν μακροθυμῶν καὶ ἀποδεχόμενος αὐτούς, δίκαιος δέ ἐστιν, ὅταν κρίνων τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονέμῃ. καὶ ὁ Σίμων ἔφη· Πῶς οὖν ἐγνωσμέ- νου τοῦ δημιουργοῦ, τοῦ καὶ τὸν Ἀδὰμ πλάσαντος καὶ τοῖς κατὰ νόμον δικαίοις ἐγνωσμένου, προσέτι δὲ δικαίοις καὶ ἀδίκοις καὶ ὅλῳ τῷ κόσμῳ, ὁ διδάσκαλός σου μετὰ πάντας ἐκείνους ἐληλυθὼς λέγει· «Oὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι»; ταῦτα δὲ οὐκ ἂν ἔλεγεν, εἰ μὴ πα- τέρα τινὰ ἐν ἀπορρήτοις ὄντα ἀνήγγελλεν, ὃν καὶ ὕψιστον ὁ νόμος λέγει, ἀφ' οὗ οὔτε ἀγαθὴ οὔτε κακὴ ἠκούσθη φωνή (ὡς ἐν τοῖς θρήνοις καὶ Ἱερεμίας μαρτυρεῖ), ὅστις κατὰ ἀριθμὸν τῶν υἱῶν Ἰσραήλ, οἳ εἰσῆλθον εἰς Aἴγυπ- τον, οἵ εἰσιν ἑβδομήκοντα, καὶ πρὸς τὰ ὅρια τῶν ἐθνῶν περιγράψας γλώσ- σαις ἑβδομήκοντα, τῷ αὑτοῦ υἱῷ τῷ καὶ «κυρίῳ» λεγομένῳ καὶ οὐρανὸν καὶ γῆν διακοσμήσαντι, τοὺς Ἑβραίους ἔδωκεν μερίδα καὶ αὐτὸν θεὸν θεῶν εἶναι διώρισεν, θεῶν δὲ λέγω, οἵτινες τὰς ἄλλας τῶν ἐθνῶν εἰλήφασιν μερίδας. νόμοι οὖν προῆλθον ἀπό τε πάντων τῶν λεχθέντων θεῶν ταῖς αὐτῶν μερίσιν (ἅτινά ἐστιν τὰ λοιπὰ ἄλλα ἔθνη), ὁμοίως δὲ καὶ ἀπὸ τοῦ υἱοῦ τοῦ πάντων κυρίου ὁ παρὰ Ἑβραίοις κείμενος προῆλθε νόμος. τοῦτο δὲ οὕτως ἔχειν ὡρίσθη, ἵνα, εἴ τις νόμῳ τινὸς προσφύγῃ, ἀπὸ τῆς ἐκείνου γένηται μερίδος, οὗ δὴ καὶ τὸν νόμον πράττειν ἀνεδέξατο. οὐδεὶς ἔγνω τὸν ἐν ἀπορρήτοις ὕψιστον πατέρα ὄντα, ὡς οὐδὲ τὸν τούτου υἱὸν ὅτι υἱός ἐστιν. αὐτίκα γοῦν σὺ τὰ τοῦ ἀπορρήτου ὑψίστου ἴδια διδοὺς τῷ υἱῷ οὐκ οἶδας ὅτι υἱός ἐστιν, πατὴρ ὑπάρχων τοῦ Ἰησοῦ τοῦ καθ' ὑμᾶς λεγομένου Χριστοῦ. ταῦτα τοῦ Σίμωνος εἰπόντος ὁ Πέτρος ἔφη πρὸς αὐτόν· ∆ύνα- σαι αὐτὸν ἐκεῖνον διαμαρτύρασθαι ὅτι οὕτως πιστεύεις, οὐχ ὃν νῦν ἐν ἀπορρήτοις λέγεις, ἀλλ' ὃν σὺ πιστεύων οὐχ ὁμολογεῖς; ἄλλα γὰρ ἀντ' ἄλλων ὁρίζων φλυαρεῖς· διὸ ἐὰν διαμαρτύρῃ ὅτι ἃ λαλεῖς ταῦτα πιστεύεις, ἀποκρίνομαί σοι-εἰ δὲ ἕστηκας συζητῶν ἐμοὶ ἃ μὴ πιστεύεις, κατὰ κενοῦ με παίειν ἀναγκάζεις. καὶ ὁ Σίμων ἔφη· Παρά τινος τῶν σῶν μαθητῶν ἀκήκοα. καὶ ὁ Πέτρος ἔφη· Μὴ ψευδομαρτύρει. καὶ ὁ Σίμων ἔφη· Μή με λοι- δόρει, προπετέστατε. καὶ ὁ Πέτρος· Μέχρις ἂν εἴπῃς τὸν εἰπόντα, ψεύ- στης εἶ. καὶ ὁ Σίμων· Νόμιζε ἐμὲ ταῦτα πλάσαι ἢ καὶ παρὰ ἄλλου ἀκη- κοέναι· πρὸς ταῦτά μοι ἀπόκριναι. ἐὰν γὰρ ἀνατραπῆναι μὴ δυνηθῇ, ἔμαθον τοῦτο εἶναι τὴν ἀλήθειαν. καὶ ὁ Πέτρος· Eἰ ἀνθρώπινόν ἐστιν πλάσμα, οὐκ ἀποκρίνομαι εἰς αὐτό· εἰ δὲ ὑπονοίᾳ αὐτοῦ κεκράτησαι ὡς ἀληθοῦς, τοῦτο αὐτό μοι ὁμολόγησον, καὶ ἔχω τι καὶ αὐτὸς περὶ τούτου λέγειν. καὶ ὁ Σίμων· Ἅπαξ μοι δοκεῖ τοῦτο οὕτως ἔχειν. σὺ πρὸς ταῦτα εἰ ἔχεις τι λέγειν, ἀπόκριναι. καὶ ὁ Πέτρος ἔφη· Eἰ τοῦτο οὕτως ἔχει, τὰ μέγιστα ἀσεβεῖς. εἰ γὰρ υἱοῦ ἐστιν τοῦ οὐρανὸν καὶ γῆν διακοσμήσαντος τὸ ᾧ βούλεται ἀποκαλύπτειν τὸν ἐν ἀπορρήτοις αὐτοῦ πατέρα, σὺ μέγιστα