139
ἀνελεῖν, αὐτὸς καὶ νῦν δι' αὐτοῦ μνήσθητι τῆς ἁγίας σου Ἐκκλησίας ταύτης, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, καὶ ·ῦσαι αὐτὴν ἀπὸ παντὸς πονηροῦ καὶ τελείωσον αὐτὴν ἐν τῇ ἀγάπῃ σου καὶ τῇ ἀληθείᾳ σου, καὶ συνάγαγε πάντας ἡμᾶς εἰς τὴν σὴν βασιλείαν, ἣν ἡτοίμασας αὐτῇ. Μαραναθά· ὡσαννὰ τῷ Υἱῷ ∆αυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος ὁ ἐπιφανεὶς ἡμῖν ἐν σαρκί. Eἴ τις ἅγιος, προσερχέσθω· εἰ δέ τις οὐκ ἔστιν, γινέσθω διὰ μετανοίας. Ἐπιτρέπετε δὲ καὶ τοῖς πρεσβυτέροις ὑμῶν εὐχαριστεῖν. Περὶ δὲ τοῦ μύρου οὕτως εὐχαριστήσατε· Eὐχαριστοῦμέν σοι, Θεὲ δημιουργὲ τῶν ὅλων, καὶ ὑπὲρ τῆς εὐωδίας τοῦ μύρου καὶ ὑπὲρ τοῦ ἀθανάτου αἰῶνος οὗ ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός σου, ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας· ἀμήν. Ὃς ἐὰν ἐλθὼν οὕτως εὐχαριστῇ, προσδέξασθε αὐτὸν ὡς Χριστοῦ μαθητήν. Ἐὰν δὲ ἄλλην διδαχὴν κηρύσσῃ παρ' ἣν ὑμῖν παρέδωκεν ὁ Χριστὸς δι' ἡμῶν, τῷ τοιούτῳ μὴ συγχωρεῖτε εὐχαριστεῖν· ὑβρίζει γὰρ ὁ τοιοῦτος τὸν Θεὸν ἤπερ δοξάζει. Πᾶς δὲ ὁ ἐρχόμενος πρὸς ὑμᾶς, δοκιμασθείς, οὕτως δεχέσθω· σύνεσιν γὰρ ἔχετε, καὶ δύνασθε γνῶναι δεξιὰν καὶ ἀριστερὰν καὶ διακρῖναι ψευδο διδασκάλους διδασκάλων. Ἐλθόντι μέντοι τῷ διδασκάλῳ ἐκ ψυχῆς ἐπιχορηγήσατε τὰ δέοντα· τῷ δὲ ψευδοδιδασκάλῳ δώσετε μὲν τὰ πρὸς χρείαν, οὐ παραδέξεσθε δὲ αὐτοῦ τὴν πλάνην, οὔτε μὴν συμπροσεύξησθε αὐτῷ, ἵνα μὴ συμμιανθῆτε αὐτῷ. Πᾶς προφήτης ἀληθινὸς ἢ διδάσκαλος ἐρχόμενος πρὸς ὑμᾶς ἄξιός ἐστιν τῆς τροφῆς ὡς ἐργάτης λόγου δικαιοσύνης. Πᾶσαν ἀπαρχὴν γεννημάτων ληνοῦ, ἅλωνος, βοῶν τε καὶ προβάτων δώσεις τοῖς ἱερεῦσιν, ἵνα εὐλογηθῶσιν αἱ ἀποθῆκαι τῶν ταμιείων σου καὶ τὰ ἐκφόρια τῆς γῆς σου, καὶ στηριχθῇς σίτῳ καὶ οἴνῳ καὶ ἐλαίῳ, καὶ αὐξηθῇ τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου. Πᾶσαν δεκάτην δώσεις τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ. Πᾶσαν ἀπαρχὴν ἄρτων θερμῶν, κεραμίου οἴνου ἢ ἐλαίου ἢ μέλιτος ἢ ἀκροδρύων, σταφυλῆς ἢ τῶν ἄλλων τὴν ἀπαρχὴν δώσεις τοῖς ἱερεῦσιν, ἀργυρίου δὲ καὶ ἱματισμοῦ καὶ παντὸς κτήματος τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ. Τὴν ἀναστάσιμον τοῦ Κυρίου ἡμέραν, τὴν κυριακήν φαμεν, συνέρχεσθε ἀδιαλείπτως, εὐχαριστοῦντες Θεῷ καὶ