Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον.9 Τὰ παγχάλεπα τῶν δυσσεβημάτων δυσέκπλυτά τέ ἐστι, καὶ τοῖς δεδρακόσιν αὐτὰ βαφῆς τινος δίκην ἐγκεχρωσμένα καταθεῷτό τις ἄν. Ἀποδείκνυσι γε- μὴν αὐτοὺς τῆς εἰς λῆξιν ἡκούσης ἀγανακτήσεως πεπραχότας ἄξια, καὶ δίκης ἀξίους τῆς ἰσοῤῥόπου τοῖς αἰτιάμασιν. Οὐκοῦν οὐκ ἀπαλλαχθήσῃ, φησὶ, τῶν πλημμελημάτων, οὐδ' ἂν γένοιο καθαρὸς, καὶ κατ- οικτείρεσθαι πρέπων. Ἔσῃ δὲ οὕτω μεμολυσμένος, καὶ ἀναπόβλητον ἔχων τῆς μιαιφονίας τὸ ἔγκλημα, καθάπερ ἀμέλει καὶ ἱμάτιον αἵματι πεφυρμένον. Ἀπώλεσας γὰρ τὴν γῆν τὴν ἁγίαν, ἀπέκτεινας δὲ καὶ τὸν ἐκνεμηθέντα μοι λαόν· "6Ὅτε γὰρ διεμέριζε,"6 φησὶν, "6ὁ Ὕψιστος ἔθνη, οὓς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν, κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοί- νισμα κληρονομίας αὐτοῦ Ἰσραήλ."6 Πάνδεινον οὖν ἄρα τὸ κατεπαίρεσθαι τῆς τοῦ Κυρίου γῆς, τοῦτ' ἔστι, τῆς Ἐκκλησίας, καὶ τὰ τῆς μιαιφονίας τολμήματα πληροῦν, κατὰ τοῦ ἐκνεμηθέντος λαοῦ τῷ Χριστῷ. Ἔσται γὰρ κατ' οὐδένα τρόπον καθαρὸς, ὁ τοῖς οὕ- τως ἐκτόποις ἐναλοὺς ἐγκλήμασιν. Φαίη δ' ἂν οἶμαί τις, τὰς ἐπί γε τῇ Ἰουδαίᾳ, καὶ αὐτοῖς δὲ τοῖς Ἱε-ροσολύμοις συμφορὰς ἐκνενοηκώς· Ἆρα γὰρ αὐτό- μολος ἧκεν ὁ Βαβυλωνίων τύραννος, καὶ κατεστρά- τευσε τῆς Ἰουδαίων γῆς, εἷλε δὲ καὶ τὴν ἁγίαν πό- λιν, οὐκ ἀφέντος αὐτῷ τοῦτο δράσαι Θεοῦ, μᾶλλον δὲ οὐκ αὐτῷ δεδωκότος; καίτοι φησὶν αὐτὸς ὁ προφή- της ἡμῖν Ἡσαΐας; ὅτι "6Συριεῖ Κύριος μυΐας, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ με- λίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων, καὶ ἐλεύ- σονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ 70.381 ξύλῳ."6 Πῶς οὖν ἄρα τοῖς νεύμασιν ὑπηρετήσας ὁ Βαβυλώνιος ἀνεξίτητον ἔχει τὸ ἔγκλημα, καὶ οὕτω κεκόλασται δεινῶς, ὡς ἐπέκεινα μηδὲν ὁρᾶσθαι τῆς ἐπενεχθείσης ὀργῆς αὐτῷ; Ναὶ καὶ μάλα εἰκότως. Ἠθέλησε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἀπονενευκότα πρὸς ἀπόστασιν ἐλέγξαι τὸν Ἰσραὴλ, καὶ συμμέτροις αἰκίαις ἀναπεῖσαι παλινδρομεῖν εἰς τὴν αὐτῷ συν- ήθη λατρείαν, φημὶ δὴ τὴν νομικήν. Ὁ δὲ, καίτοι πρὸς τοῦτο ἠγμένος, θηρίου δίκην ἀμείλικτος ἦν, καὶ ἀχαλίνοις ἐχρήσατο τοῖς θυμοῖς, καὶ γοῦν ἐγκαλεῖται Θεοῦ λέγοντος ἐναργῶς· "6Ἐζήλωκα τὴν Ἱερουσαλὴμ,καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα· ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα· αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά."6 Ὥσπερ δὲ σκεῦος ὄντα θυμοῦ καὶ ὀργῆς τὸν Φαραὼ καὶ ὑποκείμενον ἤδη κολάσει δι' οἰκεῖα πταίσματα ἐξήγειρε, καθά φησιν αὐτὸς, ἵν' ἐνδείξηται ἐν αὐτῷ, τήν τε ἰδίαν δύναμιν, καὶ τῆς δικαιοκρισίας τὸ ἀκρι- βές· οὕτω νοήσεις καὶ ἐπὶ τοῖς Βαβυλωνίοις. Σκεύη γὰρ ὄντες ὀργῆς, καὶ κολασθῆναι δικαίως ὀφείλοντες, ἐπηνέχθησαν τοῖς Ἱεροσολύμοις· ἵνα παιδεύ- σαντες τὸν Ἰσραὴλ, ἐξαιτηθεῖεν μετὰ τοῦτο καὶ αὐτοὶ τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσάν τε καὶ ἁρμοδιωτάτην κόλασιν. 9Σπέρμα πονηρὸν, ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν, καὶ ἐμπλήσωσιν τὴν γῆν πολέ- μων. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμ- μα, καὶ σπέρμα.9 Πάνδεινα μὲν δέδρακε κατὰ παντὸς ἔθνους ὁ Να- βουχοδονόσορ, καὶ οἱ μετ' αὐτὸν δὲ καὶ ἐξ αὐτοῦ γε- γονότες, μέχρι Βαλτάσαρ, ταῖς τοῦ πατρὸς ἑπόμενοι δυστροπίαις, ὑπερήλαντο τὰ ἐκείνου, ὠμοί τε καὶ ἀπηνεῖς κατὰ παντὸς γεγόνασιν ἔθνους, κατεπεφύοντό τε τοῦ Ἰσραὴλ, καίτοι γεγόνασιν ἐν αἰχμαλωσίᾳ καὶ ζυγῷ δουλείας ἐνησχημένοι. Πεφρονήκασι δὲ οὕτω τι μέγα, καὶ κατ' αὐτῆς τῆς τοῦ Θεοῦ δόξης, ὥστε καὶ τὸν ἀλιτήριον Βαλτάσαρ, ποιοῦντα πότον τοῖς μεγι- στᾶσιν αὐτοῦ, παρενεγκεῖν εἰς μέσον τὰ σκεύη τὰ ἅγια, καὶ πιεῖν ἐν αὐτοῖς ταῖς παλλακίσιν ὁμοῦ καὶ ταῖς παρακοίταις αὐτοῦ, ὅτε καὶ ἐξῆλθεν ἀστράγαλος χειρὸς, καθά φησιν ὁ ∆ανιὴλ, καὶ γραφὴν ἐν τῷ τοίχῳ πεποίηται· Μάνη, Θεκὲλ, Φαρές· ὃ δὴ καὶ διερμη-