Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
ΨΑΛΜΟΣ ΞΕʹ.
Εἰς τὸ τέλος, ᾠδὴ ψαλμοῦ ἀναστάσεως. (A f. 329) Προλέγει δὲ κατὰ ταυτὸν
καὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ σωτηρίαν, καὶ τὴν ἀνάστασιν τῶν ψυχῶν αὐτῶν τὴν γενομένην εὐαγγελίζεται· κατὰ τὸ εἰρημένον· "Ὁ ἀνιστῶν ἀπὸ γῆς πτωχόν." Καὶ μὴν καὶ τῶν ἀποστόλων εἰσφέρεται τὸ πρόσωπον, 69.1133 διδασκόντων ὅσα ὑπὲρ τοῦ κηρύγματος πεπόνθασι τοῦ εὐαγγελικοῦ, καὶ ὡς αἱ θλίψεις εἰς αἰωνίους εὐφροσύνας ἐξήγαγον αὐτούς. Ἔτι μὴν καὶ τοῦ Ἰουδαίων λαοῦ σημαίνεται ἡ ἀποβολή. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! (A f. 329 b, C f. 135, D f. 162 b, E f. 120 b, F f. 6, G f. 37 b. Κυρίλλου καὶ Ἀθανασίου.) Καὶ οὕτω μὲν πρὸς ἱστορίαν· πρὸς δὲ πνευματικὴν ἔκληψιν, λίαν φοβερὰ τὰ ἔργα Χριστοῦ, εἴτουν αἱ θεοσημεῖαι, καὶ τὸ ἐκποδὼν γενέσθαι τῶν ἀκαθάρτων δαιμόνων τὰ πλήθη· πλῆθος δὲ καὶ περιουσία δυνάμεως ἡ ἀνάστασις αὐτοῦ, καταστρέφουσα μὲν τοῦ θανάτου τὸ κράτος, ἅπασαν δὲ τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρ σίαν ἀνακαινίζουσα. Ἀλλ' οἱ τῶν Ἰουδαίων δῆμοι, καίτοι τῶν μεγάλων Χριστοῦ θαυμάτων γεγονότες θεωροὶ, δέον ἀποθαυμάζειν τὸν τερατουργὸν, ἐκ δὲ τῶν ἐναντίων δυσφημοῦντες ἔλεγον· "Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων." Καὶ μετ' ὀλίγα. Ἐπιπλήττει τοίνυν αὐτοῖς ὁ μακάριος Ψαλμῳδὸς λέγων· "Εἴπατε τῷ Θεῷ· Φοβερὰ τὰ ἔργα σου." Παύσασθε, φησὶ, τὴν οὕτως ἀσελγῆ καὶ ἀχάλινον ἀφιέντες γλῶτταν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἔθος δὲ τοῖς ἁγίοις οὐ μετρίως ἀγανακτεῖν ἐφ' οἷς ἂν πλημμελῶσί τινες εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Καὶ ὁ μὲν μακά ριος προφήτης ∆αβὶδ πραότερον αὐτοῖς ἐπιτιμᾷ λέ γων· "Εἴπατε," καὶ τὰ ἑξῆς. Ὁ δέ γε προφήτης Ἡσαΐας θερμότερον τοῖς ὑβρίζουσιν ἐπιπηδᾷ λέγων· "Υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης." Καὶ μετ' ὀλίγα· "Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας;" Οὐκοῦν ἐπειδὴ ἀπειθοῦντας ἑώρα, ἀφεὶς τὸ πρὸς αὐτοὺς διαλέγεσθαι, τῷ συκοφαντουμένῳ Χριστῷ προσομιλεῖ λέγων· Πολλή σου ἡ δύναμις, εἰ καὶ οἱ ἐχθροί σου ἐψεύσαντό σε· ἑκουσίως πρὸς τὸ φανὲν τῷ κόσμῳ θεῖόν σου φῶς μύσαντες, καὶ μηδὲ τῶν θαυ μάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Πλήθει γὰρ δυνάμεως τοῦ Κυρίου ἡμῶν ἐκτελέσαντος τὴν οἰκείαν ἐκ νεκρῶν ἀνάστασιν κατὰ τὸ ἀνθρώπινον, οἱ ἐχθροὶ αὐτοῦ Ἑβραῖοι ἐψεύσαντο αὐτὸν, τουτέστιν ἐνδιέβαλλον τὴν ἀνάστασιν.- Ἐχθροὺς δὲ καὶ ψεύστας τοὺς τῶν Ἰουδαίων διδασκάλους δηλοῖ, ψευσαμένους τὴν ἀνάστασιν, καὶ τοῖς στρατιώταις δόντες ἀργύρια. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτω σάν σοι. (A f. 330. Κυρ., Ἀθαν., καὶ τοῦ Νύσσης.) Εἰ καὶ Ἰουδαῖοι, φησὶν, ἀρνήσονταί σε, ἀλλ' ἀντ' ἐκείνων ὑποκλιθήσεταί σοι καὶ προσκυνήσει πᾶσα ἡ γῆ, ἤτοι τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν. Οὐκέτι γὰρ ἐν Ἱερου σαλὴμ ἡ προσκύνησις, τῆς νομικῆς παυσαμένης σκιᾶς, κατὰ τὸ, "Προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ·" καὶ τῆς προσκυνήσεως γενομένης ἐν πνεύ 69.1136 ματι καὶ ἀληθείᾳ, καταλλήλων ἔργων πραττομένων τῇ προσκυνήσει Θεοῦ, τῆς αὐτοῦ προσηγορίας ἐπι κληθείσης αὐτοῖς. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ' ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν ὅλων ὑμνεῖται Θεὸς, καὶ ὁ ∆εσπότης Χριστὸς Ὕψιστος παρὰ πάντων καλεῖται. Ἐκεῖ εὐφρανθησόμεθα ἐπ' αὐτῷ. (A f. 330 b. Κυρίλλου καὶ Ἀθανασίου.) Πὸς δὲ νοῦν, Ἐκεῖ σὺν Χριστῷ βασιλεύσομεν, ἡνίκα τοῦ νέου αἰῶνος βασιλεύσει, καὶ εὐφρανθησόμεθα ἐπ' αὐτῷ· εὐφραινόμεθα δὲ ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ ῥᾴδια. -Ἐκεῖ γὰρ ἡμῶν ἀπομάττεται τὸ δάκρυον, ἐκεῖ πάσης ἡμᾶς ἐξίστησι λύπης, φιλανθρώπως ἐπι φωνῶν τε καὶ λέγων· "Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ