Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
γένοιντο τῶν ἀφανεστέρων τὰ ὡς ἐν ὄψει τε καὶ ἐναργείᾳ. Οὐκοῦν ἄνωθέν τε καὶ ἐκ πατέρων ἠῤῥωστηκότες τὴν ἁμαρτίαν, καὶ τῇ τῶν ἀγαθῶν ἐνδείᾳ πεπιεσμένοι, τάχα που καὶ ἀβουλήτως οἱ τάλανες τῷ τῆς κακίας ἐξάρχοντι Σατανᾷ κατεζεύγμεθα, καὶ τοῖς τῆς φαυλότητος ἐπιστάταις ὑπενηνέγμεθα, φημὶ δὴ τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ ἦν ἐν λοίσθῳ τοῦ παντὸς ἤδη κακοῦ τὰ καθ' ἡμᾶς, ἐκλελοιπότος οὐδενὸς τῶν εἰς ἀθλιότητα καὶ ταλαιπωρίαν, πλὴν ἠλέει Θεὸς, ἐξείλετό τε καὶ σέσωκε. Καὶ τίνα δὴ τρόπον, διὰ τῶν ἐφεξῆς καὶ παρεζευγμένων εἰσόμεθα. Παροίσομεν γὰρ εἰς εἰκόνα καὶ ὑποτύπωσιν τῆς διὰ Χριστοῦ σωτηρίας τὰ ἐπὶ τῷ θεσπεσίῳ Μωσεῖ γεγραμμένα. δʹ. Ἦν δέ τις ἐκ τῆς φυλῆς Λευῒ, ὃς ἔλαβεν ἐκ τῶν θυγατέρων Λευῒ, καὶ ἔσχεν αὐτὴν, καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν ἄρσεν. Ἰδόντες δὲ αὐτὸ ἀστεῖον, ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς. Ἐπειδὴ δὲ οὐκ ἠδύναντο ἔτι κρύπτειν αὐτὸ, ἔλαβεν ἡ μήτηρ αὐτοῦ θίβην, καὶ κατέχρισεν αὐτὴν ἀσφάλτῳ πίσσῃ, καὶ ἐνέβαλε τὸ παιδίον εἰς αὐτὴν, καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος περὶ τὸν ποταμόν. Καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν, μαθεῖν τί τὸ ἀποβησόμενον αὐτῷ. Κατέβη δὲ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμὸν, καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν. Καὶ ἰδοῦσα θίβην ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν, ἀνείλετο αὐτήν. Ἀνοίξασα δὲ, ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβῃ, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραὼ, καὶ ἔφη· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραώ· Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον; Ἡ δὲ εἶπε· Πορεύου. Ἀπελθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ αὐτῇ ἡ θυγάτηρ Φαραώ· ∆ιατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτὸ, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλασεν αὐτόν. Ἀνδρυνθέντος δὲ ἤδη τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραὼ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν. Ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Μωσῆς, λέγουσα· Ἐκ τοῦ ὕδατος ἀνειλόμην αὐτόν. Ἐπειδὴ γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἠλέει λοιπὸν τὴν ὑπ' οὐρανὸν, ἀνοσίῳ τυράννῳ καὶ ὠμοτάτῳ λῃστῇ θητεύουσαν, τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, κατὰ τὸ γεγραμμένον, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Ἐν μορφῇ γὰρ ὑπάρχων 69.393 καὶ ἰσότητι τῇ πρὸς αὐτὸν, ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν Υἱὸς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, γέγονε καθ' ἡμᾶς, ὥς φησιν ὁ σοφὸς εὐαγγελιστὴς Ἰωάννης, εἰς τὰ ἴδια ἦλθεν. Ἀπεστάλη γὰρ, ὡς αὐτός πού φησιν, εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ· ἀλλ' οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τοιγάρτοι καὶ λίαν ἐπῃτιᾶτο αὐτοὺς διὰ φωνῆς Ἡσαΐου λέγων· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοὺς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε. Προσκεκρουκότων δὴ οὖν τῶν ἐξ αἵματος Ἰσραὴλ καὶ τὸν φύσει τε καὶ ἀληθῶς ∆εσπότην οὐκ ἐπεγνωκότων, εἰσκέκληνται διὰ πίστεως οἱ τῶν εἰδώλων προσκυνηταὶ, καὶ ἡ τῶν ἀθέων ἀνοσία τε καὶ βδελυρωτάτη πληθὺς ἐπέγνω τὸν Λυτρωτήν. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφητῶν τοῖς ἐξ Ἰσραὴλ προαναφωνούμενον· Καθέστηκα ἐφ' ὑμᾶς σκοπούς. Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν· Οὐκ ἀκουσόμεθα. ∆ιὰ τοῦτο ἤκουσε τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν. Ἄκουε, γῆ· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο. Ἄθρει δὴ οὖν, ἄθρει περιφανῶς τὸ μυστήριον, καὶ ὡς ἔν γε τοῖς κατὰ Μωσέα, καθάπερ ἔφην ἀρτίως. Γέγονε μὲν ὁ θεσπέσιος Μωσῆς ἐκ φυλῆς τε καὶ αἵματος τοῦ Λευΐ. Κεχρημάτικε δὲ καὶ αὐτὸς ὁ Ἐμμανουὴλ, ὅσιός τε καὶ ἄκακος, καὶ ἀρχιερεὺς ὅλος ὢν ἱερός· εἰ καὶ ἐκ τῆς Ἰούδα νοοῖτο φυλῆς, ἵνα καὶ ὑμνητὸς καὶ βασιλεὺς εἶναι πιστεύηται, καὶ ὅτι μὴ κατὰ σάρκα τὸ ἱερὸν αὐτῷ, καθάπερ ἀμέλει καὶ τοῖς Ἰουδαίων καθηγηταῖς, ἀλλ' ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων ἐν ἁγιασμῷ τε καὶ δόξῃ. Οὐκοῦν ὁ τύπος ἐν σαρκικοῖς, ἵν' ὑπὲρ σάρκα τὸ ἀληθὲς, τουτέστι Χριστὸς, ὃς