παρανομίαις; οὐχί, τῆς θαλάσ σης σχιζομένης, καὶ τῶν πετρῶν ῥηγνυμένων, καὶ τοσούτων θαυμάτων γινομένων ἐπὶ τῆς ἐρήμου, προσεκυνήσατε μόσχον; οὐ τὸν Μωϋσέα λίθοις βάλλοντες καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις καὶ τὸν θεὸν παρωργίζετε βλασφημοῦντες; οὐ τῷ Βεελφεγὼρ ἐτελέσθητε; οὐ τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθύσατε τοῖς δαιμονίοις καὶ τοὺς ἀλλοτρίους θεοὺς ἐθεραπεύσατε; οὐ πᾶν εἶδος ἁμαρτίας καὶ κακίας ἐπεδείξασθε; πῶς οὖν ὑμᾶς οὐκ ἀπεστράφη τότε ὁ θεός, ἀλλὰ μετὰ τὰς παιδοκτονίας, μετὰ τὰς εἰδωλολατρείας, 419 μετὰ τὴν πολλὴν ἀγνωμοσύνην καὶ προφήτας ἀφῆκε παρ' ὑμῖν εἶναι διαφόρους, καὶ σημεῖα εἰργάζοντο καὶ θαύματα παράδοξα; τίνος οὖν ἕνεκεν πάλαι μὲν ἀσεβοῦντες καὶ δεινὰ μυρία διαπραττόμενοι τοσαύτης εὐνοίας ἀπηλαύετε παρὰ θεοῦ καὶ προστασίας καὶ προμηθείας, νῦν δὲ οὔτε εἰδωλολατροῦν τες οὔτε παιδοκτονοῦντες ἐν αἰχμαλωσίᾳ διηνεκεῖ καὶ ταλαι πωρίᾳ διάγετε; μὴ γὰρ ἕτερος ἦν θεὸς τότε καὶ ἕτερος νῦν. οὐκ αὐτός ἐστιν ὁ καὶ ἐκεῖνα οἰκονομῶν καὶ ταῦτα νῦν ἐρ γαζόμενος; διὰ τί, ὅτε μείζονα μὲν ἦν τὰ ἁμαρτήματα, πολλὴ δόξα ὑμῖν ἦν παρὰ θεοῦ, ὅτε δὲ ἐλάττονα πλημμελεῖτε νῦν, παντελῶς ὑμᾶς ἀπεστράφη καὶ ἀτιμίᾳ παρέδωκεν ἀπεράντῳ; ἀλλὰ κἂν ὑμεῖς σιγήσητε, οἱ λίθοι κεκράξονται. ἐπειδὴ γὰρ κατὰ τοῦ δεσπότου τὰς χεῖρας ἐξετείνατε, διὰ τοῦτο οὐκ ἔστιν ὑμῖν διόρθωσις οὐδὲ συγγνώμη λοιπὸν οὐδὲ ἀπολογία. τότε μὲν γὰρ εἰς δούλους ἦν τὰ τολμώμενα, νῦν δὲ πάντα ἐκεῖνα τὰ παλαιὰ σαφῶς ἀπεκρύψατε διὰ τῆς εἰς τὸν κοινὸν δεσπότην Χριστὸν μανίας, ὅθεν καὶ μειζόνως κολάζεσθε. καὶ οὐδ' οὕτως ἀπέχεσθε τῆς πατρικῆς ἐμβροντησίας τε καὶ λύσσης, πλάνον αὐτὸν καὶ παράνομον ἀποκαλοῦντες. εἰ οὖν πλάνος ἦν ὁ Χριστός, ὥς φατε, καὶ παράνομος, ἐχρῆν μᾶλ λον ὑμᾶς εὐδοκιμῆσαι, ὅτι αὐτὸν ἀπεκτείνατε. εἰ γὰρ ὁ Φινεὲς ἕνα τινὰ παρανομοῦντα ἀνελὼν ὁλόκληρον τὴν κατὰ τοῦ ἔθνους ὀργὴν ἔπαυσεν (ἔστη γὰρ Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύ 420 νην), πολλῷ μᾶλλον ἐφ' ὑμῶν ἔδει τοῦτο γενέσθαι, εἴ γε παράνομος ἦν ὁ ὑφ' ὑμῶν σταυρωθείς. καὶ πόθεν δῆλον, φησίν, ὅτι τέλεον ἀπεστράφη ἡμᾶς ὁ θεός; τῶν πραγμάτων αὐτῶν βοώντων καὶ σάλπιγγος λαμπροτέραν ἀφιέντων φω νὴν διὰ τῆς καταστροφῆς τῆς πόλεως, διὰ τῆς ἐρημώσεως τοῦ ναοῦ, διὰ τῶν ἄλλων ἁπάντων. ἀλλ' ἄνθρωποι, φησίν, ἡμῖν ἐπήγαγον ταῦτα, οὐχ ὁ θεός. εἰ οὖν ἀνθρώπων ἦν ἔργα ταῦτα, καὶ οὐ τῆς ὀργῆς τοῦ θεοῦ, ἔδει μέχρι τῆς ἁλώσεως τὰ ὑμέτερα στῆναι καὶ μὴ περαιτέρω προελθεῖν ὑμῖν τὴν ἀτιμίαν τε καὶ κάκωσιν. πλὴν ἔστω κατὰ τὸν ὑμέτερον λόγον, ὅτι τὰ τείχη κατέστρεψαν ἄνθρωποι καὶ τὴν πόλιν καθεῖλον καὶ τὸν βωμὸν ἀνέστρεψαν. μὴ καὶ τοὺς προφήτας ἄνθρωποι κατέπαυσαν; μὴ καὶ τὴν τοῦ πνεύματος χάριν καὶ τἄλλα τὰ σεμνὰ τὰ παρ' ὑμῖν αὐτοὶ κατέλυσαν, οἷον τὸ φωνὴν ἐκ τοῦ ἱλαστηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γινομένην ἐνέργειαν, τὴν ἐπὶ τῶν λίθων τοῦ ἱερέως δήλωσιν; καὶ γὰρ ἡ Ἰουδαϊκὴ πολιτεία οὐχὶ κάτωθεν εἶχε τὰς ἀρχὰς ἁπάσας, ἀλλὰ τὰς πλείους καὶ σεμνοτέρας ἄνωθεν ἐκ τῶν οὐρανῶν. οἷόν τι λέγω, θυσίας γίνεσθαι συγχωρή σας, ὁ μὲν βωμὸς ἦν κάτω καὶ τὰ ξύλα καὶ ἡ μάχαιρα καὶ ὁ ἱερεύς, τὸ δὲ πῦρ τὸ μέλλον ἐν τοῖς ἀδύτοις ἐκείνοις ἰέναι καὶ δαπανᾶν τὰς θυσίας ἄνωθεν τὴν ἀρχὴν εἶχεν. οὐ γὰρ ἄνθρωπος εἰς τὸν ναὸν εἰσῆγε πῦρ, ἀλλὰ φλὸξ ἄνωθεν κατενεχθεῖσα τὴν ἐπὶ τῆς διακονίας ἐπλήρου θυσίαν. πάλιν 421 εἴ ποτε ἔδει τι μαθεῖν, ἀνὰ μέσον τῶν Χερουβὶμ ἐκ τοῦ ἱλαστηρίου φωνή τις ἐφέρετο καὶ τὰ μέλλοντα προύλεγεν. ὡσαύτως ἐπὶ τῶν λίθων τῶν ἐπὶ τοῦ στήθους τοῦ ἀρχιε ρέως, ὅπερ ἐκάλουν δήλωσιν, ἐγίνετό τις ἔκλαμψις καὶ τὰ μέλλοντα προεσήμαινεν. ὁμοίως, ἡνίκα χρίεσθαι ἔδει τινά, πνεύματος ἐφίπτατο χάρις, καὶ τὸ ἔλαιον ἀνεπήδα, καὶ προ φῆται διηκόνουν τοῖς πράγμασι τούτοις, καὶ νεφέλη πολλά κις καὶ καπνὸς τὰ ἄδυτα κατελάμβανεν. Ἵνα τοίνυν μὴ ἀναισχυντεῖτε μηδὲ ἀνθρώποις λογίζεσθε τὴν ἐρήμωσιν τούτων, οὐχὶ τὴν πόλιν μόνον ἀφῆκε πεσεῖν καὶ τὸν ναὸν ἐρημωθῆναι,