1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

139

φυσικοὶ φιλόσοφοι ἐγνωρίζοντο. Ζήνων καὶ Ἡράκλειτος ὁ σκοτεινὸς ἤκμαζον. ∆ήμαρχοι ἐν Ῥώμῃ καὶ ἀγορανόμοι ᾑρέθησαν μηκέτι ὄντων ὑπά των. Νόμους ἐκ τῆς Ἑλλάδος Ῥωμαῖοι μετεστείλαντο, ἀφ' ὧν τὰς δώδεκα δέλτους συνέθηκαν. 306 ΚΟΣΜΟΥ ΕΤΗ Ἀρχιερεὺς δʹ Ἰωδαὲ ἔτη λςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος επβʹ. Ἀρχιερεὺς εʹ Ἰωάννης ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εριηʹ. Ἀρχιερεὺς ςʹ Ἰαδδοῦς ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερνʹ. Μανασσῆς ἀδελφὸς Ἰαδδοῦς ἀρχιερέως ᾠκοδόμησε τὸ ἐν Γαριζεὶν ἱερὸν Σαμαρείας. ΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ Περσῶν ηʹ ἐβασίλευσε Ξέρξης υἱὸς Ἀρταξέρξου μῆνας βʹ. Περσῶν θʹ ἐβασίλευσε Σογδιανὸς μῆνας ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζʹ. Περσῶν ιʹ ἐβασίλευσε ∆αρεῖος ὁ Νόθος ἀνελὼν Σογδιανὸν ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζαʹ. Κατὰ τοῦτον τὸν ἐπικληθέντα ∆αρεῖον Νόθον ἡ Ἀθηναίων συμφορὰ γέγονεν ἐν Σικελίᾳ, καὶ Αἴγυπτος ἀπέστη Περσῶν. Τότε δὴ καὶ Πολυδάμας Σκοτουσαῖος παγκράτιον νικήσας παρ' Ὤχῳ τῷ Περσῶν βασιλεῖ γέγονε μετὰ χρόνους, λέοντας διαχρώμενος καὶ ὡπλισμένοις γυμνὸς πολεμῶν, παμμεγέθης ὑπάρχων καὶ ἀλκιμώτατος. Περσῶν ιαʹ ἐβασίλευσεν Ἀρταξέρξης, υἱὸς ∆αρείου Νόθου, ὁ καὶ Μνήμων, ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εριʹ. Εὐσέβιός φησι· κατὰ τοῦτόν μοι δοκεῖ ἡ κατὰ τὴν Ἐσθὴρ ἱστορία, εἰ δὴ αὐτός ἐστιν ὁ παρὰ μὲν Ἑβραίοις Ἀσούηρος, παρὰ δὲ τοῖς οʹ ἑρμηνευταῖς Ἀρταξέρξης. Τῷ λβʹ ἔτει Ἀρταξέρξου υἱοῦ ∆αρείου Νόθου Ἀλέξανδρος ὁ Φιλίππου Μακεδόνων βασιλεὺς ἐξ Ὀλυμπιάδος ἐγεννήθη. Ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ Μνήμονος Κῦρος ἀδελφὸς αὐτοῦ, ∆αρείου τοῦ Νόθου παῖς καὶ Παρυσάτιδος, οἰκῶν ἐν τῇ Ἀσίᾳ, ἐπιστρατεύει κατὰ τοῦ 307 ἀδελφοῦ περὶ τῆς βασιλείας μετὰ πλήθους Ἑλληνικοῦ στρατοπέδου, συνόντος αὐτῷ Ξενοφῶντος ἱστορικοῦ τοῦ γράψαντος τὴν ἀνάβασιν αὐτοῦ. πολέμου δὲ συστάντος ὑπὲρ τὸν Τίγριν ποταμὸν σταδίοις τξʹ κατὰ τὸν Ξενοφῶντα, πίπτει μὲν τρωθεὶς ὁ Κῦρος, κρατοῦσι δὲ τῶν Περσῶν Ἕλληνες. Ἀρταξέρξης δὲ μηδ' ὅπλοις κρατεῖν Ἑλλήνων ἰσχύων μηδ'ἀταράχως ἐπανελθεῖν πείθων, παρασπονδήσας δόλῳ τοὺς στρατηγοὺς διὰ Τησαφέρνους ἀνεῖλε. Ξενοφῶν δὲ τοὺς Ἕλληνας παραλαβών, ἀπαχθεὶς εἰς Ἑλλάδα διέσωσε διὰ μαχίμων ἐθνῶν ἐπὶ τὸν Εὔξεινον πόντον ἐπανελθὼν εἰς Βυζάντιον, κἀκεῖθεν ἐλθὼν εἰς Θρᾴκην, Σεύθῃ τῷ Θρᾳκῶν βασιλεῖ παραδοὺς Λακεδαιμονίους συμμαχήσοντας Θίβρωνι παρέπεμψε διαβιβά σας εἰς Πέργαμον ναυαρχοῦντι τῶν Λακεδαιμονίων. Περσῶν ιβʹ ἐβασίλευσεν Ὦχος ὁ καὶ Ἀρταξέρξου παῖς ἔτη εʹ, κατὰ δὲ τινὰς κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερνʹ. Ὦχος Ἀρταξέρξου παῖς εἰς Αἴγυπτον στρατεύων μερικὴν αἰχμαλωσίαν εἷλεν Ἰουδαίων, ὧν τοὺς μὲν ἐν Ὑρκανίᾳ κατῴκισε πρὸς τῇ Κασπίᾳ θαλάσσῃ, τοὺς δὲ ἐν Βαβυλῶνι, οἳ καὶ μέχρι νῦν εἰσιν αὐτόθι, ὡς πολλοὶ τῶν Ἑλλήνων ἱστοροῦσιν. Οὗτος ὁ Ὦχος κρατήσας Αἰγύπτου βʹ ἔτη ἀναιρεῖται ὑπὸ Βαγώου τινὸς Πέρσου τῶν ἐν τέλει. Ὁ αὐτὸς καὶ Σιδῶνα κατέσκαψεν. Ἕως Ὤχου καὶ Νεκτανεβὼ ὁ Μανεθῶ τὰς λαʹ δυναστείας Αἰγύπτου περιέγραψε τρίτου τόμου ἔτη ανʹ, τὰ δὲ μετὰ ταῦτα ἐξ Ἑλληνικῶν συγγραφέων. Μακεδόνων βασιλεῖς ιεʹ. Οὗτος ὁ Ὦχος εἰς Αἴγυπτον ἐπιστρατεύσας ἔτι ζῶντος τοῦ πατρὸς Ἀρταξέρξου, ὡς καὶ ἄλλοι, μετὰ ταῦτα ἐκράτησεν Αἰγύπτου, φυγόντος Νεκτανεβώ, ὡς τινές, εἰς Αἰθιοπίαν, ὡς δὲ ἕτεροι, εἰς Μακεδονίαν· ἡνίκα καὶ Ὀλυμπιάδι μιχθεὶς διὰ γοητείας υἱὸν ἔσχεν Ἀλέξανδρον Ἄμμωνοςεἶναι θεοῦ υἱὸν νομιζόμενον. 308 Περσῶν ιγʹ ἐβασίλευσεν Ἀρσῆς Ὤχου ἀδελφὸς ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερνεʹ. Περσῶν ιδʹ ἐβασίλευσε ∆αρεῖος Ἀρμουσάμου ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερνθʹ. Οὗτος ὁ ∆αρεῖος ὁ Ἀρμουσάμου συμβαλὼν Ἀλεξάνδρῳ ἐν Ἰσσῷ ποταμῷτῆς Κιλικίας ἡττᾶται. Ἰωσήππου ∆αρεῖος Ἀρσάμου, ὃν Ἀλέξανδρος καθεῖλε, Σαναβαλλέτην τινὰ Χουσαῖον σατράπην ἔπεμψεν ἐν τῇ Ἰουδαίᾳ. τούτου γαμβρὸς ἐπὶ θυγατρὶ γέγονε Νικᾶς ὁ τοῦ τηνικαῦτα ἀρχιερέως Ἰαδδοῦς ἀδελφός, ὁ καὶ Μανασσῆς, ὃν μὴ δυνηθεὶς Σαναβαλλέτης εἰς Ἱερουσαλὴμ