139
ἔπειτα δὲ ἡγεμόνα καὶ προστάτην ἀντ' ἐμοῦ τὸν μέγαν δομέστικον ἀφίημι ὑμῖν.» Μετὰ δὲ τοῦτο τῶν αὐτοῦ λαβόμενος χειρῶν καὶ ταῖς 1.394 χερσὶ τῆς βασιλίδος περιαγαγὼν, ἐχούσης ἐν γαστρὶ Μαρίαν τὴν θυγατέρα, ἣ καὶ ὕστερον Μιχαὴλ πρὸς γάμον ἐξεδόθη τῷ Μυσῶν βασιλέως Ἀλεξάνδρου, καὶ τῆς εἰκόνος ἐφεστηκυίας τῆς ὑπερφυῶς διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν τετοκυίας θεὸν τὸν κύριον Ἰησοῦν Χριστὸν «σοὶ ταύτην» ἔφη «παραδίδωμι καὶ πάντας Ῥωμαίους, καὶ τοαποτοῦδέ σοι μελήσει περὶ αὐτῶν.» θρῆνος μὲν οὖν εὐθὺς ὑπὸ πάντων ᾖρτο λαμπρὸς καὶ πάντες ἐτράποντο πρὸς οἰμωγὰς, καὶ οὐδὲν ἦν ὁρᾷν εἰ μὴ κοπτομένους καὶ κατατιλλομένους, καὶ ὁ διὰ πάντων ὀλοφυρμὸς ἐπιπολὺ τοῦ ἀέρος ἐχώρει καὶ πάντα ἐξηκούετο συμμιγῆ· καὶ οὐδεὶς εἰ μὴ αὐτολιθίνην εἶχε ψυχὴν, ἴσχυσεν ἂν ἐγκρατὴς ἑαυτοῦ γενέσθαι καὶ μὴ ἐπιδακρῦσαι τοῖς γινομένοις. ἐφ' ἱκανὸν μὲν οὖν πάντες ἐνέμειναν τοῖς ὀλοφυρμοῖς, οὐδενὸς ἰσχύσαντος ἀπολογίαν πρὸς τὰ εἰρημένα παρασχεῖν· ὀψὲ δὲ ἀναλαβόντες ἑαυτοὺς, συνέθεντο τὰ διατεταγμένα ἐκπληροῦν, καὶ προσαγορεύοντες τὰ τελευταῖα ἕκαστος βασιλέα, δάκρυσι περιῤῥεόμενοι ἀνεχώρουν. διὰ πάσης δὲ τῆς ἡμέρας ταυτησὶν, οὕτω προστεταγμένον ὑπὸ βασιλέως, τῶν ἐν τοῖς βασιλείοις θυρῶν ἀναπετασθεισῶν, πάντες εἰσιόντες ἀκωλύτως προσηγόρευον βασιλέα καὶ ἠσπάζοντο τὰ τελευταῖα, καὶ αὐτὸς ἀντασπαζόμενος αὐτοὺς, τὰ διατεταγμένα ὑπ' αὐτοῦ παρηγγύα στέργειν. οὕτω μὲν οὖν διὰ πάσης τῆς ἡμέρας τοῖς πᾶσι συνταττόμενος διετέλεσεν ὁ βασιλεύς. μετὰ δὲ τοῦτο προσκαλεσάμενος τοὺς ἰατροὺς, ὥρκιζεν αὐτοὺς 1.395 θεὸν τὸν ζῶντας κρινοῦντα καὶ νεκροὺς, μὴ ἀποστερῆσαι τοῦ σχήματος τῶν μοναχῶν, ἀλλ' ἐπιτρέψαι οἱ τούτου ἀξιωθῆναι. ἔφασκε δὲ μὴ ὡς ἤδη τελευτῶν ἐφίεσθαι τοῦ τοιούτου βίου, μηδ' αὐτοὺς πρὸς ἐκεῖνο ἀποβλέπειν, ὡς εἰ μὲν μηδεμία εἴη τοῦ περιγενήσεσθαι αὐτὸν ἐλπὶς, ἐπιτρέπειν, τοὐναντίον δὲ κωλύειν, ἀλλ' ἤδη πράττειν μηδὲν ἀναβαλλομένους· τοῦτο γὰρ αὐτῷ μᾶλλον εἶναι πρὸς ἡδονήν· καὶ ὅρκοις ἰσχυρίζετο, ἦ μὴν αἱρεῖσθαι μᾶλλον ἐν τούτῳ τῷ σχήματι ὅσα δήποτε ἔτη ἐπιβιοὺς ὑπὲρ τῶν πρότερον πεπλημμελημένων εὐθύνειν ἑαυτὸν καὶ διὰ μετανοίας θεῷ προσοικειοῦν, ἢ ἅμα τῷ περιβαλέσθαι ἀπελθόντα μὴ προσεπεργάσασθαι τῷ χαρίσματι. Ἀσκληπιάδαι δὲ πρῶτα μὲν παρεμυθοῦντο, ὡς μηδενὸς δεινοῦ συμβησομένου, ἔπειτα ὡς ἐπέκειτο σφοδρῶς, καὶ ἃ ἐδεῖτο ὑπισχνοῦντο πράττειν· ὁ δ' οὐδὲν μᾶλλον ἐπείθετο, εἰ μὴ καὶ ὅρκοις αὐτοὺς καταλάβοι, ἦ μὴν αὐτὸν τῆς καλῆς ἐπιθυμίας μὴ ἀποστερήσειν. ιεʹ. Ἡ νόσος δὲ ἐπετείνετο μᾶλλον καὶ προέκοπτεν ἐπὶ τὸ χεῖρον· ἡ θεία δὲ αὐτῷ Παλαιολογίνα παροῦσα ἡ Καντακουζηνὴ ᾔρετο περὶ τῆς μητρὸς τῆς βασιλίδος Ξένης, εἴ τι διατάττοιτο περὶ αὐτῆς. ἀποκριναμένου δὲ «μηδὲν», νομίσασα ὑπὸ τῆς νόσου μὴ ἐπαισθάνεσθαι τῶν λεγομένων, αὖθις περὶ τῶν αὐτῶν ἐπανῄρετο, καὶ τρίτον· ὁ δ' ἀπεκρίνατο, μὴ δύνασθαι δύο τοῖς πράγμασιν ἐφιστάναι, καὶ ταῦτα γυναῖκας οὔσας. ὁ μέγας δὲ δομέστικος ἐξελθὼν, ὅρκους προσέταξε 1.396 γίνεσθαι κατὰ τὸ ἐπικρατῆσαν ἐξ ἀρχῆς ἔθος ἐπὶ τῇ βασιλέως τελευτῇ. καὶ ἐγίνοντο ἐπὶ τοῖσδε· στέργειν Ἄνναν τὴν βασιλίδα, κυρίαν καὶ δεσπόζουσαν τῶν πραγμάτων, καὶ τὴν πίστιν αὐτῇ καθαρὰν καὶ ἄδολον τηρεῖν· πείθεσθαι δὲ πάντα καὶ μεγάλῳ δομεστίκῳ καὶ τὰ κελευόμενα ὑπ' αὐτοῦ μηδὲν ἀντιλέγοντας ποιεῖν. οὕτω μὲν οὖν ἐγίνοντο οἱ ὅρκοι, πάντων ὀμνυόντων ἐφεξῆς. αὐτὸς δὲ τὰ πράγματα διῴκει ᾗ αὐτῷ ἄριστα ἐδόκει ἔχειν καὶ τὰς ἀρχὰς ἐπέτρεπε τῶν πόλεων, οἷς ἔκρινε δεῖν· τῶν δὲ ἀφῃρεῖτο. ὅσοι δὲ Ῥωμαίων εἰς ∆ιδυμότειχον ἔτυχον τότε παρόντες, οὐ τῆς συγκλήτου μόνον, ἀλλὰ καὶ τῆς στρατιᾶς, τὸν μέγαν δομέστικον ἠνάγκαζον συνελθόντες τὰ βασιλικὰ σύμβολα περιθέσθαι· τά τε ἄλλα ἰσχυριζόμενοι δίκαιον εἶναι καὶ ὅτι οὕτω διατάξαιτο βασιλεύς. ὁ δ' ἀνένευέ τε καὶ ἐκέλευε μὴ παρενοχλεῖν ὡς ἀδύνατα ἀξιοῦσι. Κωνσταντῖνος δὲ ὁ δεσπότης, ὃν ἐν ἀρχαῖς τῆς ἱστορίας μάλιστα ἐκ Θεσσαλονίκης ἔφημεν ἀχθῆναι δεσμώτην, σχῆμά τε ἠμφιεσμένον μοναχῶν καὶ Κάλλιστον