139
τρισμυρίους αγοντι ̓Ιουδαίους κτείνει περὶ μυρίους. καταστησάμενος δὲ τὰ ἐν ̔Ιεροσολύμοις ὡς ̓Αντίπατρος ηθελε, καὶ αλλα δὲ στρατηγήσας εργα μεγάλα, εἰς ̔Ρώμην ἀπῆρε, Κράσσῳ παραδοὺς τὴν ἀρχήν. ουτος δ' ὁ Κράσσος εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, ων οὐχ ηψατο ὁ Πομπήιος, ησαν δὲ δισχίλια τάλαντα, πάντα ἀφείλετο, καὶ τὸν ναὸν περιδύσας τὸν κόσμον πάντα ἐσύλησεν, εἰς τάλαντα χρυσοῦ ὀκτακισχίλια ἀριθμούμενον. ελαβε δὲ καὶ δοκὸν σφυρήλατον ἐκ χρυσοῦ μνῶν τριακοσίων πεποιημένην. ἡ δὲ μνᾶ παρ' ̓Ιουδαίοις ελκει λίτρας δύο καὶ ἡμίσειαν. ταῦτα λαβὼν ἐπὶ Πάρθους ἐξώρμησε· καὶ ἐφθάρη σὺν τῷ στρατεύματι. Κάσσιος δὲ εἰς Συρίαν ἐκεῖθεν φυγὼν καὶ εἰς τὴν ̓Ιουδαίαν ἀνέβη. μέγα γοῦν παρ' αὐτῷ δεδύνητο ὁ ̓Αντίπατρος, καὶ παρὰ ̓Ιδουμαίοις, παρ' οις αγεται γυναῖκα ἐξ ̓Αραβίας, Κύπρον ονομα, ἐξ ης αὐτῷ τέσσαρες ἐγένοντο υἱοί, Φασάηλος καὶ ̔Ηρώδης, ̓Ιωσὴφ καὶ Φερώρας, καὶ θυγάτηρ Σαλώμη. χρόνῳ δὲ υστερον Καῖσαρ ̓Ιούλιος Γάιος, κατασχὼν τὴν ̔Ρώμην μετὰ τὸ Πομπήιον καὶ τὸ πλέον τῆς συγκλήτου ἐκεῖθεν φυγεῖν, λύσας τὸν ̓Αριστόβουλον εἰς Συρίαν επεμπε σὺν στρατεύματι. ἀλλὰ φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ τὸν ̓Αριστόβουλον διαφθείρουσι. Σκιπίων δέ, ἐπιστείλαντος αὐτῷ Πομ1.350 πηίου, τὸν ̓Αριστοβούλου ̓Αλέξανδρον ἐπελέκισε. μετὰ δὲ τὸν Πομπηίου θάνατον Καίσαρι πολεμοῦντι κατ' Αιγυπτον εἰς πολλὰ χρήσιμον ἑαυτὸν παρέσχεν ̓Αντίπατρος, ωστε τὸν Καίσαρα κεχρῆσθαι αὐτῷ εἰς πάντα τὸν πόλεμον· οπου καὶ τρωθῆναι συμβέβηκεν αὐτόν. ἐλθὼν δὲ καὶ ̓Αντίγονος τότε ὁ ̓Αριστοβούλου πρὸς Καίσαρα ἐδεῖτο λαβεῖν οικτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, καὶ τοῦ πατρὸς ἀνεμίμνησκε καὶ ὡς δι' αὐτὸν ἀποθάνοι. παρὼν δὲ καὶ ὁ ̓Αντίπατρος ἀπελογεῖτο. δοξάντων δὲ τῶν λόγων αὐτοῦ ἐπικρατεστέρων, ὁ Καῖσαρ ̔Υρκανῷ μὲν τὴν ἀρχιερωσύνην ἐπεβεβαίωσεν, ̓Αντίπατρον δὲ ἀπέδειξε τῆς ̓Ιουδαίας ἐπίτροπον. ὡς δὲ Καῖσαρ εἰς τὴν ̔Ρώμην ἀπῄει, ὁ ̓Αντίπατρος τὰ κατὰ τὴν ̓Ιουδαίαν καθίστα. βραδὺν δὲ ὁρῶν καὶ νωθῆ τὸν ̔Υρκανόν, Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων ̔Ιεροσολυμιτῶν καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσι, τὸν δὲ μετ' αὐτὸν ̔Ηρώδην, οντα λίαν νεώτατον, τῆς Γαλιλαίας προυστήσατο. Γενναῖος δ' ων ὁ ̔Ηρώδης τὸ φρόνημα, ἀφορμὴν εἰς ἐπίδειξιν ἀρετῆς τὴν ἀρχὴν ἐποιήσατο, καὶ τὸν ἀρχιλῃστὴν ̓Εζεκίαν σὺν μεγάλῳ στίφει τὰ προσεχῆ τῆς Συρίας ληιζόμενον συλλαβὼν κτείνει, καὶ πλείστους τῶν σὺν αὐτῷ· οθεν τοῖς Σύροις πεφίλητο. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξτῳ Καίσαρι γνώριμος, οντι τοῦ μεγάλου Καίσαρος συγγενεῖ καὶ αρχοντι τῆς Συρίας. ζηλοῖ δὲ τὸν ἀδελφὸν καὶ Φασάηλος. ταῦτα δὲ ἐποίει τιμῆς ὑπὸ τοῦ εθνους τυγχάνειν βασιλικῆς τὸν ̓Αντίπατρον. οἱ δ' ἐν τέλει τῶν ̓Ιουδαίων διὰ ταῦτα ἐβάσκαινον τῷ ̓Αντιπάτρῳ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐδεδίεσαν ὁρῶντες βίαιον καὶ τολμηρὸν τὸν ̔Ηρώδην καὶ τυραννίδος ἐρῶντα, καὶ κατηγόρουν 1.351 ̓Αντιπάτρου πρὸς ̔Υρκανόν, καὶ ἠρέθιζον κατ' αὐτοῦ καὶ τῶν παίδων αὐτοῦ, λέγοντες μὴ ἐπιτρόπους ειναι τῶν τῆς βασιλείας πραγμάτων, ἀλλὰ δεσπότας. καὶ γὰρ τὸν ̔Ηρώδην κτεῖναι τὸν ̓Εζεκίαν καὶ πολλοὺς τῶν σὺν ἐκείνῳ, τοῦ νόμου ἀπειρηκότος ανθρωπον ἀναιρεῖσθαι, καν πονηρὸς ειη, εἰ μὴ πρότερον ὑπὸ τοῦ συνεδρίου κατακριθείη. ̔Υρκανὸς δὲ τούτοις ἠρέθιστο εἰς ὀργήν. προσεξῆψαν δὲ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ ̔Ηρώδου πεφονευμένων, παρακαλοῦσαι ινα δίκας ὑπόσχῃ τῶν πεπραγμένων. κινηθεὶς ουν ὁ ̔Υρκανὸς ̔Ηρώδην ἐκάλει δικασόμενον. ὁ δὲ ηκε μετὰ στίφους ἀποχρῶντος αὐτῷ, ωστε μὴ γυμνὸν καὶ ἀφύλακτον ἰέναι πρὸς δίκην. ἐλθὼν δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ στίφους κατέπληξεν απαντας, καὶ οὐδεὶς ἐθάρρει κατηγορεῖν αὐτοῦ, ἀλλ' ην ἀπορία τοῦ τί χρὴ ποιεῖν. εις δέ τις Σαμαῖος ὀνόματι, δίκαιος ἀνὴρ καὶ πεποιθὼς ὡς λέων, ειπεν "ω ανδρες, οὐκ οιδά τινα τῶν κεκλημένων εἰς δίκην ουτω παραστάντα, ουτε ὑμεῖς, οιμαι, ἀλλὰ πᾶς κριθησόμενος δεδιότος παρίσταται σχήματι. ὁ δὲ βέλτιστος Ἡρώδης φόνων δίκην φεύγων εστηκε περὶ αὐτὸν εχων ὁπλίτας, εἰ κατακριθείη κατὰ τὸν νόμον,