139
δοιάσω, καὶ ἐδοιασάμην, ἐδοιάσατο, καὶ πλεονασμῷ τοῦ ˉς Αἰολικῶς ἐδοιάσσατο, ὡς τὸ εσεται εσσεται, καὶ ἀποβολῇ τοῦ ˉι δοάσσατο. αλλοι δὲ ἀπὸ τοῦ δοκῶ, δοκάζω, δοκάσσατο καὶ ἀποβολῇ τοῦ κ δοάσσατο. ουτως οἱ μὲν, ελλειψιν τοῦ ˉιˉς, οἱ δὲ, τοῦ ˉι. ινα μὴ παρ' αλλου ὡς καινὸν ἀκούσῃς. ουτως ̔Ηρωδιανός. †∆ουλαγωγῶ. ἀντὶ τοῦ ὡς δοῦλον ἀφηνιάζοντα ἀποστέλλω. ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ.† ∆οίη. παράσχοι. οὐχὶ ἐν τῷ ˉω δώη. ∆οιάζω. τὸ διστάζω. παρὰ τὸ δοιὸς δοιάζω. ὡς ιππος ἱππάζω, λίθος λιθάζω. ∆οῖεν. παράσχοιεν. εὐκτικὸν, δεύτερος ἀόριστος τῶν εἰς ˉμ τρίτου προσώπου τῶν πληθυντικῶν. ∆οκεῖ. νομίζει, οιεται. ∆οκεύει. ἐπιτηρεῖ. ἀπὸ τοῦ δόκω βαρύτονον, δοκεύω παράγωγον. ∆οκιμάζεισ. κρίνεις. καὶ δοκιμάσας. ∆οκοῦντεσ. ἀρέσκοντες. ∆οκιμασθείσ. εἰς ανδρας ἐγγραφείς. ουτως ∆ημοσθένης. ∆οκιμασθείσαισ. κριθείσαις. βεβαιωθείσαις. ∆οιδυκίζω. τὸ ταράσσω. η στρογγύλην ἐποίησεν ὡς δοίδυκα. delta.567 ∆ολοφρονέων. δόλια φρονῶν. ∆ολιχεύουσι. περιοδεύουσι. δολιχεύσας πολλάκις πολλοὺς πλοῦς περιβάλλεται πλοῦτον ευ μάλα ἁδρόν. ∆όμεναι. δοῦναι. πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι- εστι δίδωμι, ὁ δεύτερος ἀόριστος ἐδίδων, ἡ μετοχὴ ὁ δοὺς, τοῦ δόντος, καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου δοῦναι. εἰώθασι δὲ οἱ ∆ωριεῖς ἐπὶ τῶν εἰς ˉνˉαˉι ἀπαρεμφάτων τοῦ ἀορίστου προστιθέναι τὴν ˉμˉεˉν συλλαβήν. καὶ εἰ μὲν ωσι δύο φωνήεντα, τὸ εν ἀποβάλλουσιν, οιον· δοῦναι, δόμεναι, θεῖναι, θέμεναι, ειναι, εμμεναι, πλεονασμῷ τοῦ ἑτέρου μ. εἰ δὲ εν φωνῆεν, φυλάσσουσιν αὐτὸ, οιον· στῆναι, στήμεναι, βῆναι, βήμεναι. ∆ονεῖ. ταράσσει. ∆οξάσαι. ὑπονοῆσαι, εἰκάσαι. ̓Αριστοφάνης· δοξάσαι ἐστὶ κόραι· τὸ δ' ἐτήτυμον οὐκ εχω εἰπεῖν. ∆οξούμενοι. ητοι δοξάζοντες. ∆ορπῆσαι. ἑσπερινὸν δεῖπνον δειπνῆσαι. ∆ορυφορεῖ. τιμὴν περιποιεῖται. ∆όσκον. ἐδίδουν. παρ' Αἰολεῦσι. -καὶ πάντα φέρων ̓Αγαμέμνονι δόσκον. ∆ουλεύσατε. πᾶσαν ἐντολὴν ἀποπληρώσατε. ∆ούπησεν. επεσεν, ωστε ψόφον ἀποτελέσαι. ∆οάζω. τὸ ἀμφιβάλλω καὶ δοκῶ. ωδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον ειναι. delta.568 ἐκ τοῦ δοάσσω ∆ωρικῇ τροπῇ τῶν δύο ς εἰς ˉζˉω δοάζω, ὡς νίσσω, νίζω, δοάζω καὶ δοιάζω πλεονασμῷ τοῦ ˉι. Τὸ ∆ μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.) ∆ρασμόσ. ἡ φυγή. ∆ραστήριοσ. ἐνεργὸς, ἐργατικὸς, πρακτικὸς, σπουδαῖος η περίεργος. ∆ραπέτησ. φυγάς. παρὰ τὸ δρῶ τὸ ὑπηρετῶ, ἐξ ου γέγονε δραπέτης, ἀπὸ τοῦ δρῶ τὸ φεύγω, οθεν καὶ ἀπέδρα. ὁ μέλλων δράσω. καὶ μετὰ τοῦ πετῶ, τὸ ἀφίπταμαι, γέγονε δραπέτης, ὁ ἀποπτὰς τῆς ὑπηρεσίας. ∆ράος καὶ Σάοσ. ποταμοὶ παραλαμβάνοντες τὴν δευτέραν Παιονίαν, οι εἰς τὸν ποταμὸν Ιστρον καταφέρονται. ∆ρατοί. οἱ ὀφθαλμοί. παρὰ τὸ δρῶ τὸ βλέπω. ∆ρῆσται. οἱ οἰκέται. †∆ρύμνιοσ. ὁ Ζεύς.† ∆ρῆσοσ. κύριον. ∆ριμύσ. ὁ ὀξύς. ∆ρομοκήρυκεσ. οἱ ἀγγελιοφόροι. ουτως ∆ίων. οἱ ἐπισπούδως πεμπόμενοι, η οἱ ἡμεροδρόμοι. ∆ρόμοσ. τὸ γυμνάσιον κατὰ Κρῆτας. δρόμῳ δ' ἰσῶσαι τῇ φύσει τὰ πράγματα νίκης εχων, ἐξῆλθε πάντιμον γέρας. ∆ρύϊνοσ. ξύλινος, καὶ ὡς αν τις ειποι λίθινος. delta.569 ∆ρυφάκτουσ. ξυλίνους θώρακας η τοὺς νῦν καγκέλλους καλουμένους. η τὰ διαφράγματα η τὰ περιτειχίσματα. εἰρῆσθαι δὲ κυρίως πάντα τὰ ἀπὸ ξύλου γινόμενα. δρυόφακτος τὶς ων ὁ ἐκ δρυῶν φραγμός. πάλαι γὰρ πάντα τὰ ξύλα δρῦας ἐκάλουν, καὶ δρυμόν. η παρὰ τὴν δρῦν καὶ τὸ πακτῶσαι, ο ἐστι πῆξαι, δρύπακτος καὶ δρύφακτος. οιον· καθύπερθεν ἐπήδων τοὺς δρυφάκτους. ∆ρυμόσ. τόπος σύμφυτος καὶ σύνδενδρος. ∆ρυπέτησ. ὁ πέπειρος καρπὸς τῶν δένδρων. γράφεται καὶ δρυπέπης. ∆ρυΐδαι. οἱ φιλόσοφοι παρὰ Γαλάταις. ∆ρύοπεσ. εθνος. ∆ρύοχοι. πάτταλοι οἱ ἐντιθέμενοι ναυπηγουμένης νηός. καταχρηστικῶς δὲ τὰ προοίμια. ̓Αριστοφάνης· ̓Αγάθων αρχεται δρυόχους τιθέναι δράματος ἀρχάς. η δρυόχους τὰς πελέκεις. οἱ μὲν κρίκους ἀκούουσι τινὰς μεγάλους ἐπ' ὀβελίσκων κειμένους, ους καταπήγνυσθαι εἰς τὴν γῆν, ωστε δι' αὐτῶν τοξεύειν. αμεινον δὲ, ἐφ' ων ἡ τρόπις ἐρείδεται. ∆ρῦσ. τὸ δρύϊνον δένδρον. τὸ δρῦς δὲ βραχύ. ∆ρυαχαρνεῖσ. οἱ ἀναίσθητοι. ἐκωμῳδοῦντο γὰρ οἱ ̓Αχαρνεῖς αγριοι καὶ σκληροί.