Ἀποστόλων θέλοντα πομπὴν τὴν βασιλέως βλέπειν ἀνηλεῶς ἔτυπτε (φεῦ μοι) τῷ ξύλῳ, ὤμους, κεφαλήν, ὦτα, πλευρὰς καὶ σκέλη παίων ἀφειδῶς, πᾶν μέλος μοι συντρίβων. φεύγειν δ' ἐμόχθουν καὶ φυγῆς οὐκ ἦν τόπος, ὥσπερ ποταμοῦ πλημμυρούντων τῶν ὄχλων, ἕως ἀπειπών, ἡμιθνής, βραχὺ πνέων, οἴκοι στενάζων, λειποθυμῶν ᾠχόμην. καὶ νῦν ἐν ὕπνοις τὸν κορυνήτην βλέπων ὁρμώμενον τύψαι με καὶ διδοὺς δρόμῳ, λείπω τὸν ἐχθρὸν καὶ τὸν ὕπνον αὐτίκα. 63 Τοῦ Ψελλοῦ εἰς τὴν ψυχήν Πᾶσα κτίσις κλαῦσόν με τὸν παραβάτην. ὡς δάκρυον στάλαξον, οὐρανέ, δρόσον καὶ σπίλον αἰσχρῶν ἔκπλυνον μολυσμάτων· ἥλιε, δυσώπησον ἥλιον μέγαν ψυχὴν σκοτεινὴν φωτίσαι καὶ καρδίαν· στήτω σελήνη, καὶ χορὸς τῶν ἀστέρων αἰτεῖτε λύτρον τῶν ἐμῶν ἐγκλημάτων· ἡ γῆ βόησον ἐκ μέσης τῆς καρδίας, ὄρη σταλαγμὸν ἐκβλύσατε δακρύων, θάλασσα κλαῦσον κλαυθμὸν ἠλεημένον, ἄβυσσε φωνὴν πέμψον εἰς τὸν δεσπότην. Χοροὶ προφητῶν, πατριαρχῶν, παρθένων, ἀποστόλων, μαρτύρων καὶ διδασκάλων, πάντων δικαίων, ἱερῶν σελασφόρων, ἐμὲ κραταιώσατε τῷ θείῳ φόβῳ· σφραγὶς προφητῶν καὶ τέλος θεηγόρων, ἐμοῦ φρόντισον τοῦ κατεσπιλωμένου, κρουνοὺς βράβευσον δακρύων ψυχοτρόφων, θείῳ φόβῳ σῶσόν με καὶ παρ' ἀξίαν. Θρόνοι, χερουβὶμ καὶ σεραφὶμ καὶ νόοι, κυριότητες, δυνάμεις, ἐξουσίαι, ἀρχῶν ἀρχαγγέλων τε τάξεις ἀγγέλων, ὑμῶν λιταῖς σώσατε τὸν παραβάτην. Ἀγαθοποιὲ Νικόλαε, παρθένε, πρεσβεύσατε νῦν ὑπὲρ ἀθλιωτάτου δούλου κακίστου καὶ λίαν παναθλίου. δίδοιτέ μοι χάριν τε καὶ κληρουχίαν φέρειν δέησιν ἐν φόβῳ τε καὶ πόθῳ ἄοκνον, ἀρέμβαστον, ἡγιασμένην, στερράν, ἀνεμπόδιστον, οὐρανοδρόμον. Νόος, πτέρυξι καρδίας [........], εἰς οὐρανοὺς ἄνελθε συντομωτάτως, τῶν ἀγγέλων δίελθε τὰς μυριάδας, ἀρχαγγέλων πάρελθε τὰς τριαρχίας, θείῳ θρόνῳ πρόσελθε τῷ τῆς τριάδος, ἅψαι φαεινῶν κρασπέδων παρ' ἀξίαν, καθικέτευσον καὶ τυχεῖν σωτηρίας. Ὦ πάτερ, υἱέ, πνεῦμα, τριὰς ἁγία, ἀγαθὸν ἀκένωτον εἰς πάντας ῥέον, κάλλος πολυέραστον οὐκ ἔχον κόρον, σῶσον, κατοικτείρησον, ἱλάσθητί μοι. ἥμαρτον, ἠνόμησα καὶ κατεφθάρην, ἥμαρτον, ἠδίκησα καὶ παρεσφάλην. βρέφος σκοτεινόμορφον ἠμαυρωμένον, καὶ παιδίον βέβηλον ἠχρειωμένον, καὶ μειράκιον αἰσχύνης πεπλησμένον, νεανίας κάκιστος ἐβδελυγμένος, ἀνὴρ σκολιὸς καὶ κατερρυπωμένος, μεσαιπόλιος σαπρίᾳ, μιαρίᾳ, γέρων ἀσελγής, λοιμὸς ἐσπιλωμένος. ἐκ σπαργάνων πνεύματος τὴν θείαν χάριν κατερρυπώθην τῆς ἁμαρτία ῥύπῳ. βάπτισμα θεῖον ἀφρόνως παρωσάμην, κατεζοφώθην τῆς ἀσωτίας ζόφῳ, πανάγαθον δώρημα παρεβλεψάμην. ἐβορβορώθην κακίας τῷ βορβόρῳ, ἀπεστερήθην ἀρετῶν ψυχοτρόφων, ἐξωστρακίσθην ἐνθέων χαρισμάτων, ἀπεξενώθην ἀγαθῶν αἰωνίων. στολὴν ἀφῆκα τὴν πανολβιωτάτην, ἄνωθεν ὑφανθεῖσαν, ἡγιασμένην· οὐκ ἠθέλησα τὸν βίον τῶν παρθένων, οὐκ ἠγάπησα τὸν βίον τῶν σωφρόνων· στολὴν μέλαιναν τοὔμπαλιν ἐκτησάμην, στολὴν ῥυπαράν, ἱμάτιον κακίας, χιτῶνα σαρκὸς τὸν κατεσπιλωμένον. 64 Τοῦ αὐτοῦ στίχοι γραφέντες εἰς τάφον γυναικὸς ὡς ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς Νῦν πρῶτα πικρὸν ἄλγος εἰσεδεξάμην, νῦν καρδίαν πλήττοντος ᾐσθόμην πόνου· οὐχ ὡς ἄλυπον εὐτυχήσας τὸν βίον (πολλοὺς γὰρ ὑπήνεγκα δεινοὺς κινδύνους, πολλαῖς ἐπεθρήνησα νεκροπομπίαις), ἀλλ' ὡς πεπονθὼς ζημίαν τὴν ἐσχάτην τὰς πρὶν