139
ταφῆς ἀξιωθήσονται, ἀλλὰ προκείσονται τοῖς θηρίοις βορά. ιβʹ. "Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ." Ἐγὼ δὲ, φησὶ, παρὰ σοῦ τὴν βασιλείαν δεξάμενος, οὐκ ἐπὶ τῷ ἐκείνων ἡσθήσομαι θανάτῳ, ἀλλ' ἐπὶ τῇ σῇ προμηθείᾳ, δι' ἧς ἐξέφυγον τὰς παντοδαπὰς τῶν πολεμίων ἐπιβουλάς. "Ἐπαινεθήσεται πᾶς ὁ 80.1341 ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα." Μετὰ παῤῥησίας δὲ λοιπὸν ἅπαντες καὶ ὀνομάσουσι βασιλέα, καὶ κατὰ τῆς τούτου σωτηρίας ὀμοῦνται· οὐκ ἔτι δεδιότες τοὺς συκοφάντας, ὧν ἐν εφράγη τῷ θανάτῳ τὸ στόμα. Τοῦ μὲν γὰρ Σαοὺλ περιόντος, ἐδεδίεισαν τὴν πρὸς τὸν ∆αβὶδ διάλεξιν· τούτου δὲ τελευτήσαντος, ἀδεῶς λοιπὸν ἅπαντες καὶ τῷ βασιλεῖ τὸ πρέπον ἀπένεμον γέρας, καὶ ὅρκον ἐποιοῦντο τοῦ βασιλέως τὴν σωτηρίαν, φιλοτιμίαν τοῦτο καὶ πρόφασιν εὐνοίας ποιούμενοι.
ΕΡΜΗΝ. ΤΟΥ ΞΓʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ." Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ὑπόθεσιν
ἔχει. ∆ιηγεῖται δὲ τὰς ὑπὸ Σαοὺλ γεγενημένας ἐπιβουλάς· καὶ προ λέγει τὴν τούτων ἀπαλλαγήν. [Προλέγει δὲ δι' ὧν ὀφείλει προσευχῶν ὁ ἐξ ἐθνῶν λαὸς ἐπιστρέφων δυσωπεῖν τὸν Σωτῆρα.] βʹ. "Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ· ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου." ∆έξαι μου, φησὶ, ∆έσποτα, τὴν ἱκε τείαν· καὶ ῥῶσόν μου τὴν διάνοιαν· ὥστε μὴ δεδιέ ναι τῶν πολεμίων τὰς προσβολάς. γʹ. "Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομέ νων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν." Συ στροφὴν καλεῖ τὴν ὁμόνοιαν, καὶ τὴν ἐν κακῷ συμφωνίαν, ἧς ἀντιβολεῖ κρείττων ἀποφανθῆναι, οἷόν τινι τειχίῳ τῇ θείᾳ κηδεμονίᾳ περιφραττόμε νος. Εἶτα διηγεῖται αὐτῶν τὰ παντοδαπὰ μηχανή ματα. δʹ, εʹ. "Οἵ τινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσ σας αὐτῶν· ἐνέτειναν τόξον αὐτῶν, πρᾶγμα πικρόν. Τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον." Συκο φαντίας, φησὶ, ῥάπτουσιν εἰς τὸν κατ' ἐμοῦ τυρευόμενον πόλεμον· καὶ ταῦτα μηδεμίαν ἐμοῦ παρεσχηκότος αἰτίαν. Ἄμωμον γὰρ ἐντεῦθεν, τὸν ἀναίτιον λέγει. Τὸ δὲ πρᾶγμα πικρὸν, ὁ Ἀκύλας ῥῆμα πικρὸν εἴρηκε· καὶ ὁ Θεοδοτίων, λόγον πικρόν· καὶ ὁ Σύμμαχος, Ἐπλήρωσαν τόξον ἑαυτῶν, λόγον πικρόν. Τὸ δὲ ἐν ἀποκρύφοις, κρυφῇ ὁ Σύμμαχος εἴρηκεν· τουτέστιν, ἐνέδραις καὶ λόχοις κεχρημένοι. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα διδάσκει. ʹ. "Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται." Λοχῶντες, φησὶν, ἐξαίφνης ἐπίασιν, οὐ δειμαίνοντες τὸν ἐφορῶντα Θεόν. "Ἐκραταίω σαν ἑαυτοῖς λόγον πονηρόν· διηγήσαντο τοῦ κρύ ψαι παγίδας." Τοῦτο σαφέστερον ὁ Σύμμαχος 80.1344 εἴρηκεν· Ἐκράτυναν λόγον πονηρὸν, εἰσηγή σαντο κρύψαι παγίδας. Τὸν γὰρ ἐμὸν καττύοντες θάνατον, εἰσηγήσαντο καὶ συνεβουλεύσαντο, ποίαις δεῖ χρήσασθαι κατ' ἐμοῦ μηχαναῖς, καὶ τῷ ἔργῳ τοὺς λόγους ἐκράτυναν· ταῦτα δὲ τολμῶσιν, οὐδένα προμηθεῖσθαι τῶν ἀνθρωπίνων ἡγούμενοι. Τοῦτο γὰρ δηλοῖ τὰ ἐπαγόμενα· "Εἶπαν· Τίς ὄψεται αὐτούς;" Ἡγοῦνται, φησὶ, μηδένα εἶναι τῶν γι νομένων κριτήν. [Τοῦτο μὲν οἱ περὶ τὸν Ἀβεσ σαλὼμ καὶ τὸν Σαοὺλ καὶ τοὺς λοιπούς· τοῦτο δὲ καὶ οἱ παράνομοι οἱ κατὰ καιρὸν μηχανὰς καὶ πάγας κατὰ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ συστησάμενοι. Καὶ ὅρα τί φησι διὰ τῶν ἑξῆς.] ζʹ. "Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξ ερευνῶντες ἐξερευνήσεις." Πάντα, φησὶν, ἐκίνη σαν λογισμόν· πᾶσαν ἐπενόησαν κατ' ἐμοῦ μη χανήν· οὐδὲν ἐπιβουλῆς καταλελοίπασιν εἶδος, προφανῶς ἐπιόντες, κρύβδην λοχῶντες, κατασκό ποις χρώμενοι, τὰς ἐρήμους περινοστοῦντες, τὰ πετρώδη χωρία διερευνώμενοι [ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀναζητοῦντες τοὺς ἀθλητὰς τῆς εὐσεβείας, περὶ ὧν φάσκει ὁ θεῖος Παῦλος, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος]. "Προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα. [ηʹ.] Καὶ ὑψωθήσεται ὁ Θεός." Τοῦτο σαφέστε ρον ὁ Θεοδοτίων ἡρμήνευσε· λέγει δὲ οὕτως· Καὶ διάνοιαν ἀνδρὸς, καὶ καρδίαν βαθεῖαν κατατο ξεύσει ὁ Θεός. Κἂν γὰρ μυριάκις αὐτῶν κατακρύ ψωσι τὰ ἐπιτηδεύματα, δῆλα ταῦτά ἐστι τῷ πάντ' ἐφορῶντι Θεῷ· ὃς