139
πνεύματος ὑμῶν· ἦ γὰρ ἂν μεμενήκασι σὺν ὑμῖν ἐν Κυρίῳ. ἐγένοντο ἐπίχαρμα τῷ διαβόλῳ, ὃν προσήκαντο ἀντὶ Χριστοῦ, ἐμοί τε τῷ ἁμαρτωλῷ πένθος καὶ πάσῃ τῇ ἀδελφότητι ὄκλασις. Ἀλλὰ δοίη Κύριος αὐτοῖς μετάνοιαν εἰς ἀνάκλησιν, σοὶ δὲ πέρας ἰσάξιον τῆς ἀρχῆς. προσεύχου, τέκνον μου, ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ σὺν ὑμῖν εὑρεῖν τὸν Χριστόν. 190 {1Θεοδούλῳ τέκνῳ}1 Ἴδε ποῦ περιῆλθες, τόπον ἐκ τόπου μετερχόμενος, τέκνον μου Θεόδουλε. καὶ ὁ μὲν διοδευμὸς οὐ θαυμαστός, θαυμαστὸν δὲ ἄγαν ὅτι ἐνήθλησας ἐν Θεσσαλονίκῃ, ὑπὸ τοῦ ἀνιέρου τυφθεὶς ἐν μάστιξι διακοσίαις· ταῦτα ἀκούσας ἐδόξασα τὸν θεόν, ἠράσθην σου πλέον τῆς ψυχῆς, ἀλλ' οὖν γε καὶ ἠγωνίασα, ἀναλογιζόμενος τί τὸ κρίμα τοῦ θεοῦ τὸ οὕτως σε περιαχθῆναι ἐν τοῖς αὐτόθι· ἆρα ἀβουλία ἢ θεία οἰκονομία; τὰ μὲν οὖν φθάσαντα εὐδοκία θεοῦ, ὑπὲρ οὗ καὶ δι' ὃν ἐτραυματίσθης, δοὺς τὸν νῶτόν σου εἰς μάστιγας καὶ φρουρούμενος ὡς θησαυρὸς ἀληθείας. καί γε μακάριος σύ, τέκνον μου, μὴ ἐλεήσας καὶ φεισάμενος σάρκας, ἀλλὰ δοξάσας Χριστὸν ἐν τοῖς μέλεσί σου ὁμολογίας τε ἆθλον ἐνώπιον θεοῦ καὶ ἀνθρώπων ἀπενεγκάμενος καὶ μὴ προδοὺς τὴν πίστιν. καί γε Θεσσαλονίκη ἐπὶ σοὶ φερώνυμος, θεῖσά σοι ἄλλῳ παρὰ τοὺς ὄντας αὐτόχθονας τὴν νίκην. Βλέπε δέ, ὦ σπλάγχνον μου, ὅτι μέχρι τέλους δεῖ ἡμᾶς μαρτυρῆσαι. μὴ οὖν ὀλιγοψυχήσῃς μηδὲ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Χριστοῦ, ἀλλὰ συγκακοπάθησον ὡς καλὸς στρατιώτης θεοῦ, ὑπόμεινον αὐτόν· μετὰ σοῦ ἐστιν ἐν φυλακῇ, μετὰ σοῦ ἐν δαρμῷ, εἰ τύχοι πάλιν, ἐξαιρούμενός σε παντὸς κακοῦ. μιμοῦ τοὺς ἀδελφούς σου, οἵτινες ἐμαστίχθησαν ὡσαύτως, Βησσαρίων, φημί, ∆ωρόθεος, Θαδδαῖος, ὁ καὶ μετὰ δευτέραν ἡμέραν πρὸς Κύριον ἐκδημήσας ὡς μάρτυς, εἶτα καὶ Ἰάκωβος, ὁ ἀπὸ τοῦ ἁγίου μάρτυρος Χριστοφόρου μαθητὴς τοῦ Λουκιανοῦ. ἀλλὰ τὸ ἐλεεινόν, ὅτι ὁ διδάσκαλος ἐξέπεσεν, μὴ ἐνεγκὼν τὰς πληγάς, ὁ δὲ μαθητὴς ἠθλοφόρησεν. πεπτώκασι δὲ κατὰ τὰς ἁμαρτίας μου καὶ ἄλλοι τέσσαρες τῶν ἐσχάτων, ἐν οἷς ὁ Τίτος μετὰ τοῦ Φίλωνος· ὁ γὰρ Εὐόδιος καὶ Ὑπάτιος οὔτε πεπτώκασιν οὔτε ἔστησαν, ἡμιθνεῖς πως γεγονότες διὰ τὸ λόγῳ μὲν πεσεῖν, οὐ μὴν καὶ ἔργῳ, φυγόντες τὴν αἱρετικὴν κοινωνίαν. Βλέπε οὖν, ἀδελφέ, καὶ πάλιν λέγω, μὴ ἐνδῷς, μὴ ἀπολέσῃς ἃ ἐθησαύρισας, μὴ ἀρνητὴς γίνῃ· ἀκουσθήτω σου ὁ ἀγὼν πανταχοῦ, χαρήτωσαν ἐπὶ σοὶ ἄγγελοι, αἰσχυνθήτωσαν δαίμονες σὺν τοῖς ἐργάταις αὐτῶν εἰκονομάχοις, καί γε ἐνδοξασθήσομαι κἀγὼ μετὰ τῆς ἀδελφότητός σου ὁ ταπεινός. ἡ χάρις μετὰ σοῦ, ἐνισχύουσά σε πάντα ὑπενεγκεῖν μέχρι θανάτου. οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε· προσεύχου περὶ ἐμοῦ ὥσπερ καὶ ὑπὲρ πάντων τῶν ἀδελφῶν σου. 191 {1Γρηγορᾷ λαϊκῷ}1 Ἄνθρωπε τοῦ θεοῦ, σήμερον ὁ Κύριός σε ἀνέστησεν εἰς βοήθειαν καὶ σωτηρίαν πολλῶν, μάλιστα ἡμῶν τῶν ταπεινῶν· καὶ γοῦν ἀκούω τὴν φροντίδα, ἣν ἀνεδέξω ὡς ἀπὸ θεοῦ ἐν τοῖς διὰ Κύριον ἀθλοῦσι, καὶ ἐξίσταμαι. ἀλλ' ὅμως, ἐπὰν θεοπρόβλητός σου ἡ διακονία, οὐ ξένον. καὶ ὅτι ἐκ θεοῦ, δηλοῖ τὰ πράγματα· πῶς γὰρ ἂν διεσώθης μέχρι τοῦ δεῦρο μὴ κρατούμενος, εἰ μὴ ὑπὸ θείας προνοίας σκεπαζόμενος ἦς; εὐλογητὸς ὁ θεός, ὁ ἐξεγείρας σε ἀλείπτην τῶν ἀγωνιζομένων ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, ὁ φρουρῶν σε ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖραν, ὁ διδοὺς τὸ ἀνολίγωρον, τὸ ἀπερικάκητον, τὸ ῥιψοκίνδυνον. ἐκλάμπει σου τὸ ἔργον, διαβοεῖταί σου τὸ δρᾶμα· καὶ πῶς γὰρ οὔ, θεοῦ διακονίαν ἀναδεδεγμένου; ἀθλεῖς, συναθλεῖς, καί γε τὸ παραδοξότερον, ὅτι οὐ μόνον μάρτυς, ἀλλὰ πολυμάρτυς σύ· ἑνὶ γὰρ ἑκάστῳ τῶν ἀθλούντων διὰ τῆς ἐπισκέψεως, διὰ τῆς τῶν τραυμάτων ἀλοιφῆς, διὰ τῆς θρεπτικῆς ἐπιδόσεως, διὰ τῆς προτροπῆς καὶ προθυμοποιήσεως συμμαρτυρῶν λογίζῃ παρὰ θεῷ καὶ ἔχεις οὐχ ἕνα στέφανον, ἀλλὰ τοσούτους, ὅσους καὶ ὑπηρετεῖς. ἐξέπεμψας τὸν ἅγιον Θαδδαῖον, ἔχεις τρεῖς μαρτυροῦντας καὶ ἕνα μὴ ζητηθέντα ἐκ τῆς φυλακῆς· μικρὸν ἀνάμεινον καὶ δέξῃ καὶ ἑτέρους. Ἀλλὰ φεῦ τῆς ἁμαρτίας μου, φεῦ τῆς ἥττης τῶν πεπτωκότων, τοὺς περὶ Λουκιανὸν λέγω καὶ τοὺς