1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

139

τεθνάναι." ὁ δὲ Γερμανὸς εἰς τὸν ναὸν τῆς θεομήτορος τῶν Κύρου προσέφυγεν. καὶ ὁ βασιλεὺς τοῦτο μαθὼν Στέφανον τὸν εὐνοῦχον ἀπέστειλεν ὑπεξαγαγεῖν τὸν Γερμανὸν τῆς ἐκκλησίας. τοῦ δὲ Στεφάνου βιαίως ἐξαγαγεῖν τοῦτον θελήσαντος, οἱ τοῦ Γερμανοῦ ὑπασπισταὶ ἀντικαταστάντες ἐξωθοῦσι τὸν Στέφανον καὶ λαβόντες τὸν Γερμανὸν εἰς τὴν μεγάλην ἐκκλησίαν καταφεύγουσιν. ὁ δὲ βασιλεὺς ῥάβδοις ἐμαστίγου Θεοδόσιον, τὸν ἑαυτοῦ υἱόν. ἔφασκε γὰρ δι' αὐτοῦ τὸν Γερμανὸν φυγαδευθῆναι· καὶ ἀποστέλλει τοὺς ἐκσκουβίτορας τοῦ ἐξαγαγεῖν τῆς μεγάλης ἐκκλησίας τὸν Γερμανόν. ἐντεῦθεν θρῦλος μέγας τῇ πόλει ἐνέσκηψεν. ὁ δὲ Γερμανὸς ἠθέλησεν ἐξελθεῖν καὶ δοῦναι ἑαυτόν· τὰ δὲ πλήθη οὐ κατεδέξαντο, ἀλλ' ὕβρεσι μεγάλαις τὸν βασιλέα ἠτίμασαν λέγοντες· "μὴ σχοίη δέρμα ὁ φιλῶν σε, Μαυρίκιε Μαρκιανιστά." οἱ τοίνυν τὰ τείχη φρουροῦντες ταῦτα μαθόντες τῆς φρουρᾶς κατημέλησαν. τότε οἱ τοῦ Πρασίνου μέρους τὴν οἰκίαν Κωνσταντίνου τοῦ λεγομένου Λάρδου καταφλέγουσιν. ὁ δὲ Μαυρίκιος μεσούσης τῆς νυκτὸς ἀποδυσάμενος τὴν βασίλειον στολὴν καὶ ἰδιωτικὴν περιβαλόμενος εἰς δρόμωνά τε εἰσελθὼν μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων αὐτοῦ καὶ Κωνσταντίνου ἀποδιδράσκει. τὰ πλήθη δὲ δι' ὅλης τῆς νυκτὸς αἰσχίσταις ὕβρεσι τὸν βασιλέα καθύβριζον, ἐπέσκωπτόν τε καὶ τὸν πατριάρχην Κυριακόν. λαίλαπος τοίνυν γενομένου μεγάλου, μετὰ κινδύνων μεγίστων διασώζεται ὁ Μαυρίκιος εἰς τὸν ἅγιον Αὐτόνομον. ἐν αὐτῇ δὲ τῇ νυκτὶ ἐπιτίθενται αὐτῷ καὶ νόσοι ἀρθρίτιδες, ἃς ποδαλγίας καὶ χειραλγίας καλοῦσιν. ἐντεῦθεν ἀποστέλλει Θεοδόσιον, τὸν ἑαυτοῦ υἱόν, μετὰ Κωνσταντίνου πρὸς Χοσρόην, τὸν βασιλέα Περσῶν, 289 ὅπως ὑπομνησθῇ τῶν ὑπὸ Μαυρικίου γεγονότων αὐτῷ καὶ τὴν ἀνταπόδοσιν τῆς εὐεργεσίας προσνείμῃ τῷ υἱῷ αὐτοῦ. ὁ δὲ Γερμανὸς πέμπει πρὸς Σέργιον, τὸν δήμαρχον τοῦ Πρασίνου μέρους, ὅπως συναγωνίσηται αὐτῷ τοῦ βασιλεῦσαι, ὑποσχόμενος τιμῆσαι τὸ μέρος τοῦ Πρασίνου καὶ αὐτὸν μεγάλαις ἀξίαις περιβαλεῖν. ὁ δὲ Σέργιος τοῖς ἐπισημοτέροις τοῦ δήμου τοῦτο ἐθάρρησεν. οἱ δὲ τοῦτο οὐ κατεδέξαντο λέγοντες· "οὐκ ἄν ποτε Γερμανὸς τῆς τῶν Βενέτων προσπαθείας ἀποστήσεται." οἱ δὲ Πράσινοι ἐξελθόντες εἰς τὸ Ῥήγιον μεγάλαις εὐφημίαις ἐτίμων τὸν τύραννον Φωκᾶν, καὶ πείθουσιν αὐτὸν ἐν τῷ Ἑβδόμῳ παραγενέσθαι. πέμπει τοίνυν ὁ Φωκᾶς Θεόδωρον τὸν ἀσηκρήτην, καὶ εἰσελθὼν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐπανέγνωσε τῷ λαῷ, ὅπως ὅ τε πατριάρχης οἱ δῆμοί τε καὶ ἡ σύγκλητος ἀφίκωνται ἐν τῷ Ἑβδόμῳ. τούτου τοίνυν γεγονότος, καὶ πάντων ἐν τῷ Ἑβδόμῳ ἀφικομένων, Κυριακὸς ὁ πατριάρχης ἀπῄτησε τὸν τύραννον ὁμολογίαν περὶ τῆς ὀρθοδόξου πίστεως καὶ τοῦ ἀτάραχον φυλάξαι τὴν ἐκκλησίαν. ἔδοξε δὲ ὁ τύραννος τὸν Γερμανὸν εἰς βασιλέα προτρέπεσθαι. τοῦ δὲ Γερμανοῦ κατειρωνευομένου μὴ θέλειν, καὶ τῶν δήμων εὐφημούντων τὸν τύραννον, ἀναγορεύεται τὸ κακόν, καὶ κύριος τῶν σκήπτρων ὁ τύραννος προχειρίζεται, καὶ κρατεῖ τῆς εὐδαιμονίας ἡ συμφορά, καὶ λαμβάνει τὴν ἔναρξιν τὰ μεγάλα τῶν Ῥωμαίων ἀτυχήματα. ἡ δὲ ἀναγόρευσις τοῦ τυράννου εἰς τὸν ναὸν τοῦ βαπτιστοῦ Ἰωάννου ἐγένετο. δύο δὲ ἡμέρας ἐν τούτῳ διατρίψας τῇ τρίτῃ εἰς τὰ βασίλεια εἰσῆλθεν ἐπὶ βασιλικῆς ἁμάξης καθεζόμενος. τῇ δὲ πέμπτῃ ἡμέρᾳ Λεοντίαν, τὴν ἑαυτοῦ γυναῖκα, ἔστεψεν αὐγούσταν. καταστασιάζουσι τοίνυν τὰ μέρη πρὸς ἄλληλα ταύτῃ τῇ ἡμέρᾳ διὰ στάσεις τόπων. ὁ δὲ τύραννος Ἀλέξανδρον, τὸν συναντάρτην αὐτοῦ, ἐξέπεμψε κατευνάσαι τὰ μέρη. ὁ δὲ Ἀλέξανδρος Κοσμᾷ, τῷ τῶν Βενέτων δημάρχῳ, χεῖρας ἐπιβαλὼν ὤθησέ τε καὶ ὕβρισεν. οἱ δὲ Βένετοι ἀγανακτοῦντες ἔκραζον· "ὕπαγε· μάθε τὴν κατάστασιν, ὁ Μαυρίκιος οὐκ ἀπέθανεν." ὁ δὲ τύραννος τούτων ἀκηκοὼς ἐπὶ τὸν τοῦ Μαυρικίου φόνον κινεῖται· καὶ ἀποστείλας στρατιώτας ἤγαγεν αὐτοὺς ἐν Χαλκηδόνι εἰς τὸν Εὐτροπίου 290 λιμένα. καὶ προαναιροῦνται τοῦ βασιλέως οἱ παῖδες οἱ ἄρρενες ἐπ' ὄψεσιν αὐτοῦ πέντε,