140
(ὡς ἔφην) ἀσεβεῖς ἀποκαλύπτων οἷς ἐκεῖνος οὐκ ἀπεκάλυψεν. καὶ ὁ Σί- μων· Ἀλλὰ αὐτός με βούλεται ἀποκαλύπτειν. καὶ ὁ Πέτρος· Oὐ νοεῖς ἃ λέγω, Σίμων· πλὴν ἀκούσας σύνες. τὸ εἰπεῖν «οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψει» οὐ διδασκαλίᾳ τινὰ τοιοῦτον μαθεῖν λέγει, ἀλλὰ ἀποκαλύψει μόνον. ἀποκάλυψίς ἐστιν τὸ ἐν πάσαις καρδίαις ἀνθρώπων ἀπορρήτως κεί- μενον κεκαλυμμένον, ἄνευ φωνῆς τῇ αὐτοῦ βουλῇ ἀποκαλυπτόμενον. καὶ οὕτως γίνεται γνῶναι οὐ διδαχθέντα, ἀλλὰ συνέντα. τῷ μέντοι συν- έντι οὐκ ἔξεστιν ἄλλῳ τοῦτο ἀποδεῖξαι (ἐπεὶ μηδὲ αὐτὸς ἐδιδάχθη) οὔτε ἀποκαλύψαι δύναται (ἐπεὶ μὴ αὐτός ἐστιν ὁ υἱός), ἐκτὸς εἰ μὴ ἑαυτὸν λέγει εἶναι τὸν υἱόν. σὺ δὲ οὐκ εἶ ὁ ἑστὼς υἱός. εἰ γὰρ υἱὸς ἦς, πάντως ἂν ᾔδεις τῆς τοιαύτης ἀποκαλύψεως τοὺς ἀξίους. σὺ δὲ οὐκ οἶδας. εἰ γὰρ ἠπίστασο, τὰ τῶν ἐπισταμένων ἂν ἐποίεις. καὶ ὁ Σίμων ἔφη· Ὁμολογῶ, οὐ συνῆκα πῶς λέγεις· Τὰ τῶν ἐπισταμένων ἂν ἐποίεις. καὶ ὁ Πέτρος· Eἰ οὐ συνῆκας, οὐδὲ τὸν ἑκάστου νοῦν εἰδέναι δύνῃ- καὶ εἰ ἀγνοεῖς, οὐδὲ τοὺς ἀξίους τῆς ἀποκαλύψεως ἐπίστασαι· εἰ δὲ οὐκ ἐπίστασαι, οὐκ εἶ υἱός· ὁ δὲ υἱὸς οἶδεν· διὸ οἷς βούλεται ὡς ἀξίοις οὖσιν ἀποκαλύπτει. καὶ ὁ Σίμων ἔφη· Μὴ ἀπατῶ· οἶδα τοὺς ἀξίους καὶ υἱὸς οὔκ εἰμι. τοῦτο μέντοι τί ποτ' ἔστιν «οἷς βούλεται ἀποκαλύπτει», οὐ συνῆκα ὡς λέγεις· τὸ δὲ μὴ συνιέναι οὐχ ὡς μὴ εἰδὼς εἶπον, ἀλλ' ὡς εἰδὼς ὅτι οἱ παρεστῶτες οὐ συνῆκαν, ἵνα αὐτὸ σαφέστερον εἴπῃς, ὅπως νοήσωσιν ὧν ἕνεκεν καὶ τὴν ζήτησιν ποιούμεθα. καὶ ὁ Πέτρος· Ἐγὼ σαφέστερον αὐτὸ εἰπεῖν οὐ δύναμαι, σὺ αὐτὸς ὡς νοήσας φράσον. καὶ ὁ Σίμων· Ἐγὼ τὰ σὰ οὐκ ἀνάγκην ἔχω λέγειν. καὶ ὁ Πέτρος· Φαίνῃ μοι, Σίμων, μὴ συνιεὶς αὐτὸ καὶ ὁμολογεῖν μὴ θέλων, ἵνα μὴ ἐν ἀγνοίᾳ φωραθεὶς ἐλεγχθῇς μὴ ὢν σὺ ὁ ἑστὼς υἱός. τοῦτο γὰρ αἰνίσσῃ, κἂν σα- φῶς αὐτὸ εἰπεῖν μὴ θέλῃς· ὥστε ἐγὼ μὲν τὰς σὰς βουλὰς ἐξ ὧν αἰνίσσῃ ἐπίσταμαι, προφήτου ἀληθοῦς μαθητὴς ὤν, οὐ προφήτης. σὺ δὲ καὶ τὰ σαφῶς λεγόμενα μὴ συνιὼν υἱὸν ἑαυτὸν εἰπεῖν θέλεις, ἀνθεστὼς ἡμῖν. καὶ ὁ Σίμων· Ἀρῶ σου πᾶσαν πρόφασιν· ὁμολογῶ, αὐτὸ οὐ συνῆκα τί ποτ' ἔστιν «καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύπτει». λέγε τοίνυν αὐτὸ σαφέστερον. καὶ ὁ Πέτρος· Ἐπειδὴ κἂν σχήματι αὐτὸ ὡμολόγησας μὴ συνιέναι, πρὸς ὃ πυνθάνομαί σου ἀπόκριναί μοι, καὶ μαθήσῃ. λέγε μοι· φὴς τὸν υἱὸν δίκαιον εἶναι, ὅστις ποτ' ἔστιν, ἢ οὔ; καὶ ὁ Σίμων ἔφη· ∆ικαιότατον. καὶ ὁ Πέτρος· ∆ίκαιος δὲ ὢν διὰ τί μὴ πᾶσιν ἀποκαλύπτει, ἀλλ' οἷς βούλεται; καὶ ὁ Σίμων· Ὅτι δίκαιος ὢν τοῖς ἀξίοις ἀποκαλύπτειν βούλεται. καὶ ὁ Πέτρος· Oὐκοῦν ἀνάγκη αὐτὸν εἰδέναι τὸν ἑκάστου νοῦν, ἵνα ἀξίοις ἀποκαλύπτῃ; καὶ ὁ Σίμων· Ἀνάγκη πᾶσα οὕτως ἔχειν. καὶ ὁ Πέτρος· Oὐκοῦν αὐτὸς μόνος εὐλόγως ἀποκαλύπτειν ὡρίσθη, μόνος τὸν ἑκά- στου νοῦν εἰδώς, καὶ οὐ σὺ ὁ μηδὲ τὰ ὑφ' ἡμῶν λεγόμενα δυνάμενος συνιέναι. Τοῦτο τοῦ Πέτρου εἰπόντος ἀπὸ μὲν τῶν ὄχλων ἔπαινος ἐγένετο. ὁ δὲ Σίμων κατάφωρος γεγονώς, αἰδεσθεὶς ἠρυθρίασεν καὶ τὸ μέτωπον τρίψας ἔφη· Ἀλλ' ἐμὲ μάγον λέγουσιν ὑπὸ Πέτρου νικώμενον, ἀλλὰ καὶ συλλογιζόμενον. οὐκ εἴ τις δὲ συλλογισθείη, συναρπασθεὶς τὴν ἐν αὐτῷ ἀλή- θειαν νενικημένην ἔχει· οὐ γὰρ ἡ ἀσθένεια τοῦ νικωμένου ἀλήθειά ἐστιν