1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

140

ἐξομολογούμενοι ἐφ' οἷς εὐηργέτησεν ἡμᾶς Θεὸς διὰ Χριστοῦ ·υσάμενος ἀγνοίας, πλάνης, δεσμῶν, ὅπως ἄμεμπτος ᾖ ἡ θυσία ὑμῶν καὶ εὐανάφορος Θεῷ, τῷ εἰπόντι περὶ τῆς οἰκουμενικῆς αὐτοῦ Ἐκκλησίας, ὅτι· «Ἐν παντὶ τόπῳ μοι προσενεχθήσεται θυμίαμα καὶ θυσία καθαρά, ὅτι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομα μου θαυμαστὸν ἐν τοῖς ἔθνεσιν.» Προχειρίσασθε δὲ ἐπισκόπους ἀξίους τοῦ Κυρίου καὶ πρεσβυτέρους καὶ διακόνους, ἄνδρας εὐλαβεῖς, δικαίους, πραεῖς, ἀφιλαργύρους, φιλαλήθεις, δεδοκιμασμένους, ὁσίους, ἀπροσωπολήπτους, δυναμένους διδάσκειν τὸν λόγον τῆς εὐσε βείας, ὀρθοτομοῦντας ἐν τοῖς τοῦ Κυρίου δόγμασιν. Ὑμεῖς δὲ τιμᾶτε τούτους ὡς πατέρας, ὡς κυρίους, ὡς εὐεργέτας, ὡς τοῦ εὖ εἶναι αἰτίους. Ἐλέγχετε δὲ ἀλλήλους, μὴ ἐν ὀργῇ, ἀλλ' ἐν μακροθυμίᾳ μετὰ χρηστότητος καὶ εἰρήνης. Πάντα τὰ προστεταγμένα ὑμῖν ὑπὸ τοῦ Κυρίου φυλάξατε. Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν. Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἥξει, ἑσπέρας ἢ πρωὶ ἢ ἀλεκτοροφωνίας ἢ μεσονυκτίου· ᾗ γὰρ ὥρᾳ οὐ προσδοκῶσιν, ἐλεύσεται ὁ Κύριος, καὶ ἐὰν αὐτῷ ἀνοίξωσιν, μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, ὅτι εὑρέθησαν γρηγοροῦντες· ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. Νήφετε οὖν καὶ προσεύ χεσθε μὴ ὑπνῶσαι εἰς θάνατον· οὐ γὰρ ὀνήσει ὑμᾶς τὰ πρότερα κατορθώματα, ἐὰν εἰς τὰ ἔσχατα ὑμῶν ἀποπλανη θῆτε τῆς πίστεως τῆς ἀληθοῦς. Ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς τοῦ λόγου, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους καὶ ἡ ἀγάπη εἰς μῖσος· πληθυν θείσης γὰρ τῆς ἀνομίας, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, μισήσουσιν γὰρ ἀλλήλους οἱ ἄνθρωποι καὶ διώξουσιν καὶ προδώσουσιν. Καὶ τότε φανήσεται ὁ κοσμοπλάνος, ὁ τῆς ἀληθείας ἐχθρός, ὁ τοῦ ψεύδους προστάτης, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ ὁ διὰ χειλέων ἀναιρῶν ἀσεβῆ· καὶ πολλοὶ σκανδαλισθήσονται. ἐπ' αὐτῷ, οἱ δὲ ὑπομείναντες εἰς τέλος, οὗτοι σωθήσονται. Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, εἶτα φωνὴ σάλπιγγος ἔσται δι' ἀρχαγγέλου καὶ μεταξὺ ἀναβίωσις τῶν κεκοιμημένων. Καὶ τότε ἥξει ὁ Κύριος καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ ἐν συσσεισμῷ ἐπάνω τῶν νεφελῶν μετ' ἀγγέλων δυνάμεως αὐτοῦ ἐπὶ θρόνου βασιλείας, κατακρῖναι τὸν κοσμοπλάνον διάβολον καὶ