Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
νεύων ὁ θεσπέσιος ∆ανιὴλ, μεμερίσθαι μὲν ἔφη τὴν βασιλείαν αὐτοῦ, δεδόσθαι δὲ Μήδοις καὶ Πέρσαις. Φασὶ τοιγαροῦν ὁλόῤῥιζον ἀπολέσθαι τότε τὸ τοῦ Ναβουχοδονόσορ γένος, καὶ μέν τοι τὸ Βαλτάσαρ, ὥστε μηδένα τὸ παράπαν ἐξ αἵματος αὐτῶν ἐπιβῆναι μετ' αὐτοὺς τοῖς παρ' αὐτοῖς βασιλείας θάκοις. Τοῦτο, οἶμαι, διὰ τῶν προκειμένων ἡμῖν ὁ προφητικὸς δια- δείκνυσι λόγος. Ἄθρει γὰρ ὅπως κατὰ παντὸς τοῦ πονηροῦ σπέρματος ἡ θεία κεχώρηκεν ὀργή. Ἑτοί- μασον γὰρ, φησὶ, τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρ- τίαις τοῦ πατρός σου. Ἐπειδὴ γὰρ οἱ πατέρες γεγό- νασιν ἀσεβεῖς, πέπαυται τὸ ἐξ αὐτῶν σύμπαν ἐσόμε- νον γένος. ∆ιὰ ποίαν αἰτίαν; Ἵνα μὴ ἀναστῶσι, φησὶ, καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων· τοῦτ' ἔστιν, ἵνα μὴ ταῖς τῶν πατέρων 70.384 ἀγερωχίαις ἑπόμενοι, καὶ προγονικῆς δυσσεβείας γενόμενοι ζηλωταὶ, κατεμπλήσωσι μὲν πολέμου τὴν γῆν, καθάπερ ἀμέλει κἀκεῖνοι, γένοιντο δὲ αὐτῆς καὶ κύριοι. Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα, καὶ σπέρμα. Ὅνπερ γὰρ τρόπον τοῖς εὐαρεστήσας· τῶν βασιλέων τοῦ Ἰσραὴλ υἱοὺς τετάρτους ἐπηγ- γείλατο Θεὸς καθήσεσθαι ἐπὶ τῶν θρόνων αὐτῶν, ἐκτείνων τὴν εὐλογίαν καὶ εἰς τὸ ἐξ αὐτῶν ἐσόμενον γένος· οὕτω τῶν ἄγαν γεγονότων δυσσεβῶν ἀνα- κόπτει τοῦ γένους τὴν ἐπίδοσιν. Οἱ γὰρ ἀσεβεῖς, φησὶν, ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται. Ἀκουέτω δὴ οὖν καὶ ὁ πάντων ἐχθρὸς, ὁ τῆς ἁμαρτίας εὑρέτης, καὶ ἁπάντων ἡμῖν παραίτιος γεγονὼς τῶν κακῶν· Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας. Οὐ γὰρ ἠρκέσθη τῷ μεταστῆσαι πρὸς παράβασιν τὴν τοῦ γένους ἡμῶν ἀρχὴν, ἀλλὰ γὰρ καὶ ἅπασαν τὴν ὑπ' οὐρανὸν ἀποβουκολῆσαι Θεοῦ, καὶ τῆς πρὸς αὐτὸν ἀποκομίσας ἀγάπης τὸν ἐπὶ γῆς ἄνθρωπον, ἴδιον ἀπέφηνε προσκυνητὴν, καὶ τοῖς τῆς ἀπωλείας ἐνῆκε βόθροις. Οὐκοῦν οὐκ ἔσται καθαρὸς, ἀλλ' οὐδὲ με- μένηκεν εἰς τὸν αἰῶνα χρόνον· οὐ γὰρ μέχρι παντὸς κεκράτηκε τῶν ἠδικημένων, ἀνασειράζοντος Θεοῦ τὴν πλεονεξίαν, καὶ ἀνακόπτοντος τῆς καθ' ἡμῶν σκαιότητος τὰς ὁρμάς. Ἀπόλωλε γὰρ ὁμοῦ τοῖς ἰδίοις τέκνοις, τοῦτ' ἔστι, τοῖς ἀκαθάρτοις δαίμοσι· σπέρμα γὰρ ἧσαν πονηρόν. Ἀπολώλασι σειροῖς ζόφου τεταρταρωμένοι, καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, ἵνα μὴ ἀναστῶσι καὶ τὴν γῆν κληρονομήσωσι, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων. Ἐκβέβληνται γὰρ τῆς καθ' ἡμῶν τυραννίδος, καὶ γέγονεν ἡμῖν εἰρήνη Χρι- στός. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· "6Ἡ εἰ-ρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ἡμῶν, καὶ τὰ νοήματα ἡμῶν."6 Συνέβη δὲ τοῦτο παθεῖν αὐτοὺς τίνα τρόπον, αὐτὸς ἡμῖν ὁ τῶν ὅλων Θεὸς σαφηνιεῖ λέγων· Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος Σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν τὸ ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα. 9Τάδε λέγει Κύριος· Καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπ- ώλειαν.9 Ἔοικεν εἶναί τις τῶν κατὰ πλάτος εἰρημένων ἀνα- κεφαλαίωσις συντομωτάτη τὸ προκείμενον ἡμῖν ῥητόν. ∆ηλοῖ γὰρ ἕτερον οὐδὲν, πλὴν ἐκεῖνό που πάντως, ὡς ἀνθρώπων μὲν ἔρημος ἔσται παντάπασιν ἡ Βαβυλωνίων, ζώων δὲ πλήρης, οἷς ἐνδιαίτημα φίλον ἡ ἐρημία. Ἐπειδὴ δὲ πλείστην, κατὰ τὸ εἰκὸς, ὑδάτων ἔχει καταφορὰν, φασὶ δὲ καὶ ποταμὸν αὐτὴν τέμνειν δίχα, συμβέβηκεν οὐδενὸς τῶν ναμάτων τὴν ῥύμην παροχετεύοντος, ἐφ' οὓς ἧν ἀκόλουθον ἰέναι τό- πους, διασκίδνασθαί τε κατὰ πάσης τὸ ὕδωρ, καὶ τελμάτων ἀποτελέσαι τὴν πληθὺν, ὡς πάλαι λαμπρὰν καὶ διαβόητον, βασιλίδα τε τῶν ἄλλων, καὶ ἐνδοξοτά- την κατωνομασμένην, πηλοῦ βάραθρον γενέσθαι καὶ τοῖς ἐμπίπτουσιν εἰς ἀπώλειαν. 70.385 9Τάδε λέγει Κύριος Σαβαώθ· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ' αὐτῶν ὁ