∆ημοσθένης, διὰ τοῦ ˉω δηλαδὴ μεγάλου. λέγουσι δέ, φησί, καὶ χρέος, ἐν συστολῇ δηλονότι. καὶ τοῦτο μέν, φησί, διαφέρουσαν ἔχει γενικήν, τοῦ χρέους γάρ, τὸ δὲ χρέως τὴν αὐτήν. τὰ σύνθετα δὲ μᾶλλον διὰ τοῦ ˉω· ὑπέρχρεως, ἀξιόχρεως. Ἐν δὲ τῷ «ἀνὴρ ἆτος», ὅ ἐστιν ἀκόρεστος, «πολέμοιο» ὅρα, ὡς ὤκνησεν ὁ Πολυδάμας εἰπεῖν τὸ τοῦ Ἀχιλλέως ὄνομα πρός τε θεραπείαν Ἕκτορος καὶ ὅτι μισεῖ καὶ αὐτὸς τὸν ἥρωα ὡς δεινὸν πολέμιον, [ἵνα κατὰ τὸ «εἴθε ἀπ' οὔατος ἐμοὶ γένοιτο», ἤγουν μὴ ἀκουσθείη τόδε τι, οὕτω δοκοίη διανοεῖσθαι ὁ Πολυδάμας τὸ ἀπὸ στόματος ἐμοὶ ὁ Ἀχιλλεὺς γένοιτο, ἤγουν εἴθε μηδὲ λαλοῖτο.] (ῃ. 748) Τοῦ δὲ «ἄδεν», ἤγουν ἤρεσε, συστέλλεται μὲν ἡ παραλήγουσα, τὸ δὲ αὐτῆς πνεῦμα οὐ πάνυ δῆλον. δύναται γὰρ καὶ δασύνεσθαι ἀπὸ τοῦ ἥδω, ἵνα δηλοῖ τὸ ἡδὺς ἔδοξε, καὶ ψιλοῦσθαι δὲ ὡς ἀπὸ τοῦ ἀδεῖν, ὅ ἐστιν ἀρέσκειν. ἀμφοτέρως δὲ τὸ τοιοῦτον ῥῆμα δεύτερός ἐστιν ἐνεργητικὸς ἀόριστος. (ῃ. 751-3) Ὅτι βοηθοῦ σπουδαίου λόγος πρὸς συστράτηγον τὰ τοῦ Ἕκτορος πρὸς τὸν Πολυδάμαντα, ἤγουν τὸ «σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους, αὐτὰρ ἐγὼ κεῖσε εἶμι καὶ ἀντιόω πολέμοιο, αἶψα δ' ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω», ἤγουν ἐπιτάξω, ἐντείλωμαι, ὃ δὴ καὶ ἀλλαχοῦ κεῖται. [Ὡς δὲ καὶ παθητικῶς τὸ τοιοῦτον ῥῆμα λέγεται, δῆλον καὶ ἐκ τοῦ «ἐπετείλατο Παλλὰς Ἀθήνη».] (ῃ. 754 ς.) Ὅτι εἰπὼν ὁ ποιητής, ὡς ὁ Ἕκτωρ «ὡρμήθη ὄρεϊ νιφόεντι ἐοικώς, κεκληγώς», ἐπάγει «διὰ δὲ Τρώων πέτετο καὶ ἐπικούρων», δύο μίξας παραβολὰς οὕτω γοργῶς. Καὶ ὅρα ὡς ἐκ βαρυτάτου σώματος καὶ ἀκινήτου, τοῦ ὄρους δηλαδή, εἰς πτηνὸν μετεωρίζει τὸν Ἕκτορα διὰ τοῦ «πέτετο», ἐκεῖνο μὲν διὰ τὸ μέγεθος τοῦ ἥρωος καὶ τὸ ὑπερφαίνεσθαι τῶν λοιπῶν, τοῦτο δὲ διὰ τὸ ταχὺν εἰς μάχην εἶναι καὶ κοῦφον ὁπλίτην. ὅτε δέ γε ὄρει τὸν Ἕκτορα εἰκάσας οὐκ ἐπήγαγε τὸ πέτεσθαι, οὐ πάνυ σεμνὸς ἦν ὁ λόγος, ἀλλὰ νωθρείαν τινὰ ὑπέφαινε τοῦ ἀνδρός, καθὰ καὶ Ἕκτωρ ἐν τοῖς ἑξῆς βουγάϊον τὸν Αἴαντα εἰπὼν ἀργίαν ὀνειδίζει καὶ βραδυκινησίαν τῷ ἥρωϊ. Ὅρα δὲ καὶ ἄλλως τὴν τέχνην τοῦ ῥήτορος. οὐ γὰρ ἀμέσως ἐκ τοῦ ὄρους καταβὰς ἢ μεταβὰς πτεροῖ τὸν Ἕκτορα, ἀλλὰ διὰ μέσου τοῦ «κεκληγώς», ὁ ἐπὶ ὀρνέων κυριολεκτεῖται, ἀφ' οὗ λαβὼν ἀφορμὴν ἐπήγαγε τὸ «ἐπέτετο». (ῃ. 756) Ὅτι εἰ καὶ οἴδασιν αἱ ἱστορίαι 3.551 Ἀγαπήνορά τινα ἥρωα, ἀλλ' ἐνταῦθα ἐπίθετόν ἐστι Πολυδάμαντος. Κεῖται δ' ἐν τούτοις καὶ τὸ ἀνώλεθρος διὰ τοῦ ˉο μικροῦ κοινότερον, οὐ μὴν Ἀττικῶς. (ῃ. 761) Φησὶ γὰρ «τοὺς δ' εὗρεν οὐ πάμπαν ἀπήμονας οὐδ' ἀνολέθρους». (ῃ. 763) Λέγει δὲ ὁ ποιητὴς καὶ τὸ «ἔκειντο ψυχὰς ὀλέσαντες», ὡς οἷά τι κτῆμα, ὅ ἐστι θανόντες. ἀφ' οὗ λαβὼν Εὐριπίδης ἔφη τὸ «Ἕκτορός τ' ἀπόλλυται ψυχή». (ῃ. 764) Ἐμφαίνει δὲ καὶ διαφορὰν συνήθη τοῦ βάλλειν καὶ οὐτάζειν εἰπὼν «ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε». (ῃ. 765) Φησὶ δὲ καὶ τὴν μάχην δακρυόεσσαν μυθικώτερον κατὰ σῶμα, ὡς τοιαύτην καὶ πλαττομένην τῷ μύθῳ καὶ ζωγραφουμένην οἷα μὴ ἱλαράν, ἄλλως μέντοι ὡς δακρυοποιόν. (ῃ. 766) Μέμνηται δὲ καὶ τῆς Ἑλένης, εἰπὼν «δῖον Ἀλέξανδρον, Ἑλένηςπόσιν ἠϋκόμοιο». ἔνθα λέγουσι μὲν οἱ παλαιοὶ καὶ ἄλλα, προστιθέασι δὲ καὶ ὡς ὅμοιόν τί φησιν ὁ ποιητής, ὡς εἴπερ εἶπεν ὅτι ἤθελεν ἀνὴρ εἶναι αὐτῆς. Σημειοῦνται δὲ καὶ ὡς οὐδέποτε τὸν Μενέλαον πόσιν αὐτῆς ὁ Ὅμηρος ἐκάλεσε. (ῃ. 767) Λέγει δὲ καὶ στρατηγικὸν ἔπαινον Ἀλεξάνδρου τὸ «θαρσύνοντα ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι». (ῃ. 769) Ὅτι καὶ νῦν ὁ Ἕκτωρ τὸν Πάριν μεμφόμενος προσέφη αἰσχροῖς ἐπέεσσιν, εἰπὼν ὡς ἐν τῇ γʹ ῥαψῳδίᾳ «∆ύσπαρι, εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτά». (ῃ. 770-3) Εἶτα ἐρωτήσας, ποῦ ∆ηΐφοβος καὶ Ἕλενος καὶ Ἀσιάδης Ἀδάμας καὶ Ἄσιος, Ὑρτάκυἱός, ποῦ δὲ Ὀθρυονεύς, ἐπάγει ἃ καὶ ἀλλαχοῦ κεῖνται «νῦν ὤλετο πᾶσα κατ' ἄκρης Ἴλιος αἰπεινή, νῦν τοι σῶς αἰπὺς ὄλεθρος» ἤτοι τέλειος, ἀνελλιπής. Καὶ ὅρα οἷα λαλεῖ ὁ θυμός. πρῶτα μὲν γὰρ οὐκ ἤδη κἂν οἱ πέντε κεῖνται, ὤλετο ἡ Τροία, εἶτα καὶ μεμπτέος ὁ Ἕκτωρ ἐστίν, ὃς ἀναγκάσας διαβῆναι τὸ τεῖχος γέγονεν αὐτοῖς ἀπωλείας αἴτιος, εἰ καὶ νῦν ἑτέρῳ τὴν αἰτίαν προσάπτει, ὃ