ἀλλὰ καὶ τὰ πράγματα ἐκεῖνα, ἅπερ ἐκ τῶν οὐρανῶν τὰς ἀρχὰς εἶχεν, ἐκποδῶν γενέσθαι πεποίηκεν. τίνος οὖν ἕνεκεν οὐκ ἔχετε νῦν προφήτας οὐδέ τι τῶν λοιπῶν ἐκείνων θείων; οὐκ εὔδηλον ὅτι τοῦ θεοῦ τὰ καθ' ὑμᾶς ἀποστραφέντος; καὶ πόθεν τοῦτο, φησίν, δῆ λον; ἀφ' ὧν πρὸ τούτου μὲν ἀσεβοῦντες ἐπετυγχάνετε πάν των, νῦν δὲ δοκοῦντες ἐπιεικέστερον ζῆν μετὰ τὸν σταυρὸν μείζονα τιμωρίαν ὑπομένετε καὶ οὐδενὸς ἀπολαύετε τῶν προ τέρων οὔτε μὴν ἀπολήψεσθε, καθὼς αἱ θεῖαι προρρήσεις ἐναργῶς δηλοῦσιν. εἰ δὲ βούλεσθε, καὶ ἑτέρους προφήτας ἐφοπλίσωμεν λέγοντας φανερῶς ὅτι τὰ μὲν ὑμέτερα τέλος λήψεται, τὰ δὲ ἡμέτερα ἀνθήσει καὶ πανταχοῦ τῆς οἰκου μένης ἐκταθήσεται τὸ κήρυγμα, καὶ θυσίας ἑτέρας εἰσενεχθή 422 σεται τρόπος, ἐκείνων τῶν παρ' ὑμῖν καταλυθεισῶν. οὐδὲ γὰρ Ἡσαΐαν παράγω τέως μάρτυρα οὔτε Ἱερεμίαν οὔτε τοὺς ἄλλους τοὺς πρὸ τῆς αἰχμαλωσίας, ἵνα μὴ λέγητε, ὅτι τὰ δεινὰ ἐκεῖνα ἃ ἔλεγον ἐπὶ τῆς αἰχμαλωσίας ἐξέβη, ἀλλὰ Μα λαχίαν τὸν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν τῆς πόλεως ἀποκατάστασιν σαφῶς περὶ τῶν πραγμάτων ὑμῶν προφητεύσαντα. ἐπειδὴ γὰρ ἐπανῆλθον καὶ τὴν πόλιν ἀπ έλαβον καὶ τὸν ναὸν ᾠκοδόμουν καὶ τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν παντελῆ ταύτην καὶ τελευταίαν ἐρήμωσιν καὶ τὴν ἀναίρεσιν τῶν θυσιῶν προλέγων φησίν· εἰ λήψομαι ἐκ τῶν χειρῶν ὑμῶν θυσίαν, λέγει κύριος παντοκράτωρ. ὅτι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δε δόξασται ἐν τοῖς ἔθνεσιν, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσ άγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, ὑμεῖς δὲ βεβη λοῦτε αὐτό. πότε οὖν ταῦτα πεπλήρωται, ὦ Ἰουδαῖοι, καὶ πότε ἐν παντὶ τόπῳ θυμίαμα προσηνέχθη τῷ θεῷ καὶ θυσία καθαρά; οὐκ ἂν ἔχοιτε εἰπεῖν ἕτερον καιρόν, ἀλλ' ἢ τοῦτον δὴ τὸν μετὰ τὴν Χριστοῦ παρουσίαν, ὡς, εἰ μὴ τοῦτον προλέγοι τὸν καιρὸν μηδὲ τὴν ἡμετέραν θυσίαν, ἀλλὰ τὴν Ἰουδαϊκήν, παράνομός ἐστιν ἡ προφητεία. εἰ γάρ, τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα τόπον ἀνάγεσθαι θυσίαν, ἀλλ' ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός, καὶ εἰς ἓν χωρίον ἐν Ἱερουσαλὴμ συγκλείοντος τὰς θυσίας ἐκεί νας, ὁ προφήτης λέγει· ἐν παντὶ τόπῳ θυμίαμα μέλλει προσάγεσθαι καὶ θυσία καθαρά, ἐναντιοῦται καὶ μάχεται τῷ 423 Μωϋσῇ. ἀλλὰ μὴ γένοιτο. περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε θυσίας καὶ περὶ ἑτέρας οὗτος. ἀκούσατε δὴ καὶ Σοφονίου συμφωνοῦντος τὰ αὐτὰ καὶ λέγοντος· ἐπιφανήσεται κύριος ἐπὶ πάντα τὰ ἔθνη καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. καίτοι γε τοῦτο οὐκ ἐφεῖτο, ἀλλ' εἰς ἕνα τόπον ἐθέσπισε Μωϋσῆς λατρεύειν. ὅταν οὖν ἀκούσητε τῶν προ φητῶν προλεγόντων καὶ προαναφωνούντων ὅτι οὐκέτι εἰς μίαν πόλιν οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται οἱ ἄνθρω ποι πάντοθεν συνάγεσθαι, ἀλλ' οἴκοι καθήμενος ἕκαστος θεραπεύσει τὸ θεῖον, τίνα ἂν ἔχοιτε εἰπεῖν ἕτερον καιρόν, ἀλλ' ἢ τὸν παρόντα τοῦτον, καθ' ὃν τὰ μὲν ἡμέτερα δια λάμπουσι κατὰ πᾶσαν τὴν οἰκουμένην, τὰ δὲ ὑμέτερα κατε σβέσθησαν, καὶ ἐν σκότει διαπορεύεσθε κατὰ πᾶσαν τὴν οἰκουμένην. ὅτι δὲ πάλιν οὐδὲ παρὰ τὴν ἀρχὴν ὑμῖν δοῦ ναι τὰς τοιαύτας ἠβούλετο θυσίας, ἀκούσατε, τί φησιν Ἡσαΐας· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει κύριος, καὶ τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; εἰ γὰρ ταῦτα παρὰ τὴν ἀρχὴν ἐζήτει, καὶ τοὺς παλαιοὺς πάντας τοὺς παρ' αὐτῶν λάμψαντας πρώτους ἂν εἰς τὴν πολιτείαν ἤγαγε ταύτην. πῶς οὖν ταῦτα, φησίν, ἐπέτρεψεν; τῇ ὑμετέρᾳ συγ καταβαίνων ἀσθενείᾳ. καὶ καθάπερ ἰατρὸς πυρέττοντα ὁρῶν ἄνθρωπον δυσάρεστόν τινα καὶ ἀκαρτέρητον ἐπιθυμοῦντα ψυχροποσίας καὶ ἀπειλοῦντα, εἰ μὴ λάβοι, ἑαυτὸν ἀναιρή σειν, βουλόμενος μεῖζον κωλῦσαι κακὸν τὸ ἔλαττον δίδωσι πρὸς ἀπαλλαγὴν τελευτῆς βιαίας, οὕτω δὴ καὶ ὁ θεὸς ἐποί 424 ησεν. ἐπειδὴ γὰρ εἶδε μαινομένους, ἀγχομένους, ἐπιθυμοῦν τας θυσιῶν καὶ παρασκευασμένους, εἰ μὴ λάβοιεν, αὐτο μολήσειν πρὸς τὰ εἴδωλα, μᾶλλον δὲ οὐ παρασκευασμένους, ἀλλὰ καὶ αὐτομολήσαντας ἤδη, ἐπέτρεψε τὰς θυσίας. καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, δῆλον ἐντεῦθεν. μετὰ γὰρ τὴν μυσαρὰν