140
καταστῆσαι ἀρχιερέα, κτίζει ναὸν ἐν τῷ ὄρει Γαριζείν, δεηθεὶς πρῶτον μὲν ∆αρείου, ἔπειτα δὲ καὶ Ἀλεξάνδρου τοῦ μεγάλου, καὶ καθιστᾷ αὐτὸν ἀρχιερέα ἐν τῷ αὐτῷ ναῷ τῷ ὑπὸ Σαμαρειτῶν νῦν προσκυνουμένῳ. ΑΙΓΥΠΤΙΩΝ ∆ΥΝΑΣΤΕΙΑΙ Αἴγυπτος ἀπέστη Περσῶν δευτέρῳ ἔτει Νόθου ∆αρείου. Αἰγυπτίων κηʹ δυναστεία Ἀμυρταῖος Σαΐτης ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζβʹ. Αἰγυπτίων κθʹ δυναστεία Μενδησίων βασιλέων δʹ. ὧν αʹ Νεφερίτης ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζηʹ. Αἰγυπτίων κθʹ δυναστεία, βʹ Ἄχωρις ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερδʹ. Αἰγυπτίων κθʹ δυναστεία, γʹ Ψάμμουθις ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εριζʹ. Αἰγυπτίων κθʹ δυναστεία, δʹ Νεφερίτης μῆνας δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εριθʹ. 309 Αἰγυπτίων λʹ δυναστεία Σεβεννυτῶν, αʹ Νεκτανέβης ἐβασίλευσεν ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερκʹ. Αἰγυπτίων λαʹ δυναστεία Σεβεννυτῶν, Νεκτάνεβος βʹ, ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερκηʹ. Αἰγυπτίων λβʹ δυναστεία, βʹ Τεὼς ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερμςʹ. ΣΠΟΡΑ∆ΗΝ Πλάτων πρὸς Σωκράτην ἐφοίτα· Σιμίας καὶ Κέβης καὶ οἱ λοιποὶ Σωκρατικοί. Ἀφρικανοῦ· ὀλυμπιὰς πζʹ· ὁ Πελοποννησίων καὶ Ἀθηναίωνπόλεμος ζʹ καὶ εἰκοσαετής, ὃν Θουκυδίδης συνέγραψε, δι' Ἀσπασίας πόρνας βʹ καὶ στήλας κατὰ Μεγαρέων ἀστυγειτόνων Ἀθηναίοις συνέστη. ὀλυμπιὰς πηʹ· Βακχυλίδης μελοποιὸς ἐγνωρίζετο. Ἀθηναίους ἔπεισεν ὁ λιμός. Σωκράτης φιλόσοφος καθαρτικὸς ἤνθει. Εὔπολις καὶ Ἀριστοφάνης κωμικοί, Σοφοκλῆς τε ὁ τραγῳδοποιὸς ἐγνωρίζετο. Γοργίας καὶ Ἱππίας καὶ Πρόδικος, ὡς δὲ τινές, καὶ Ζήνων καὶ Παρμενί δης κατὰ τούτους ἤκμαζον. Πῦρ ἐκ τῆς Αἴτνης ἐν τοῖς κατὰ Σικελίαν τόποις ἐρράγη. σεισμῶν γεγονότων ἡ πρὸς Λοκροῖς Ἀταλάντη σχισθεῖσα νῆσος ἐγένετο. Λακεδαιμόνιοι πρὸς Ἀθηναίους ἐσπείσαντο. Εὔδοξος ὁ Κνίδιος ἐγνωρίζετο. Λακεδαιμόνιοι ἀπῴκισαν Ἡρακλεῖδα. Ἀθηναίων συμφορὰ ἐν Σικελίᾳ. 310 Ἀθηναῖοι ἐτυραννήθησαν. Ἀλκιβιάδην ἀνεῖλε Φαρνάβαζος. Κύρου Πέρσου ἀνάβασις, ἣν ἱστορεῖ Ξενοφῶν ὁ Γρύλλου. Σωκράτης ῥήτωρ, Κτησίας, ∆ιόδωρος ἐγνωρίζοντο. Ἀθηναῖοι τὰ κδʹ Ἑλληνικὰ γράμματα κατὰ τούτους τοὺς χρόνους ἐχρήσαντο, ιςʹ μόνα ὄντα πρότερον. Οἱ ἐν Ἀθήναις τύραννοι κατελύθησαν. Ἀθηναῖοι ἡττηθέντες ὑπὸ Λυσάνδρου ἐν Αἰγὸς Ποταμοῖς παρέδοσαν ἑαυτοὺς Λακεδαιμονίοις ἔτη ρνζʹ. Ῥόδιοι ἐκ τῆς Τριπόλεως εἰς μίαν συνῆλθον πόλιν. Καὶ Κῦρος ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην ἀπὸ τῆς Ἑλλάδος ἀνελθὼν ἀναιρεῖται, ὡς ἱστορεῖ Ξενοφῶν τὴν ἀνάβασιν, ὃς ἡγήσατο τῶν μυρίων ἐν τῇ καθόδῳ. Οἱ λʹ ἐν Ἀθήναις κατελύθησαν τύραννοι. Σαλπιγκτῶν καὶ κηρύκων ἀγὼν προσετέθη ἐν Ὀλυμπίᾳ. Ἑλίκη καὶ Βοῦρα πόλεις ἐν Ἀχαΐᾳ ἤτοι Πελοποννήσῳ κατεπτώθησαν μεγάλῳ σεισμῷ, ὧν ἔτι κατὰ θάλασσαν ἴχνη φαίνεται τοῖς πλέουσιν ἀπὸ Πατρῶν ἐπὶ Κόρινθον εἰς δεξιά. Εὐδόξιος ἀστρολόγος ἐγνωρίζετο. Καρχηδονίων ὁ ἱερὸς πόλεμος. Σκηπίων Ἀφρικανὸς Ῥωμαῖος δικάτωρ πορθήσας Καρχηδόνα Ἀφρικὴντὴν χώραν μετωνόμασε. Σωκράτης ἐξ ἀνοίας Ἀθηναίων ἀποθνήσκει, κατακριθεὶς πιεῖν τὸ κώνειον. 311 Ὁ ἐν Ἐφέσῳ ναὸς αὖθις ἐνεπρήσθη. ∆ιογένης κυνικὸς φιλόσοφος ἐγνωρίζετο. ∆ιονύσιος Σικελίας ἐτυράννει. Πλάτων καὶ ἄλλοι Σωκρατικοὶ φιλόσοφοι ἤνθουν. Γαλάται καὶ Κέλται Ῥώμης ἐκράτησαν πλὴν τοῦ Καπετωλίου. Εὐαγόρας βασιλεύων τῆς Κύπρου ἐξέστη. Πρεσεντίνους ἐνίκησαν Ῥωμαῖοι. Ἰσοκράτης σοφιστὴς ἤκμαζε. ∆ιονύσιος τύραννος Σικελίας ἀπέθανε κρατήσας ἔτη ιηʹ. μεθ' ὃν ὁ βʹ υἱὸς αὐτοῦ ∆ιονύσιος ὁ νεώτερος, καθ' ὃν ὁ Πλάτων ἐν Σικελίᾳ γέγονε τὸ βʹ. Ἀριστοτέλης Πλάτωνι ἐμαθήτευσεν ἀπὸ ιζʹ ἔτους τῆς ζωῆς αὐτοῦ. Τότε, φασί, καὶ Σωκράτης ἐξ ἀνοίας τῶν Ἀθηναίων τὸ κώνειον πιὼν ἐτέλεσε τὸν βίον. Ἐπ' αὐτοῦ ∆ιονύσιος ἐτυράννει τῆς Σικελίας, καθ' ὃν ὁ Πλάτων ἀποδημήσας ἱστορίας ἕνεκα τῶν λεγομένων Αἰτναίων τοῦ πυρὸς κρατήρων, ὥς φασιν οἱ κατ' αὐτὸν φιλόσοφοι, ὡς δὲ Ἀριστείδης ὁ ῥήτωρ κατὰ Πλάτωνος γράψας, Σικελικῆς χάριν τραπέζης, τῷ τυράννῳ γινώσκεται διά τινος ∆ίωνος γυναικαδέλφου τοῦ ∆ιονυσίου