140
ὠνομασμένον, ἔτι μὲν ἐν δεσμωτηρίῳ κατὰ τὸ ∆ιδυμότειχον ἐφρουρεῖτο. δείσαντες δὲ οἱ παρόντες τῶν συγκλητικῶν καὶ τῆς στρατιᾶς, μὴ, τοῦ βασιλέως τελευτήσαντος, ὁ δεσπότης τοῦ δεσμωτηρίου διαδρὰς, στάσιν πάλιν τοῖς Ῥωμαίοις ἐγερεῖ καὶ τὰ πράγματα διαφθερεῖ, πόλεμον ἐμφύλιον κινήσας, τὴν βασιλείαν ἑαυτῷ περιποιούμενος, πρὸς τὸν μέγαν δομέστικον ἐλθόντες ἐδέοντο αὐτὸν ἀποκτιννύναι. τοῦτο γὰρ μάλιστα τοῖς πράγμασι λυ 1.397 σιτελεῖν. ὁ μέγας δὲ δομέστικος δεινῶς τε ἀπάνθρωπον ᾤετο τὸ πρᾶγμα καὶ ὠμὸν, καὶ τοὺς ἄλλους ἐπεχείρει πείθειν, μηδέποτε λέγων παραστῆναι ἂν αὐτῷ περὶ αὐτῶν τοιαῦτα καὶ βουλεύσασθαι καὶ εἰπεῖν περὶ δεσπότου. εἰ γὰρ μὴ καὶ ἀφ' ἑαυτῶν αὐτοὶ συνεῖναι τὰ δέοντα ἦσαν ἱκανοὶ, ἀλλὰ τῷ γε βασιλεῖ ἐξῆν χρῆσθαι διδασκάλῳ αὐτοῖς πράγμασι παιδεύοντι ἄχρι νῦν, θεῷ δὲ θαῤῥεῖν ὡς καὶ εἰς τοὐπιὸν συνεσομένῳ καὶ παιδεύσοντι ἄχρι πολλοῦ, μὴ ὠμοὺς μηδὲ φονικοὺς εἶναι, καὶ ταῦτα πρὸς ὁμοφύλους. τίνος γὰρ κατεψηφίσατο θάνατον ὁ βασιλεὺς, καὶ ταῦτα οὐκ ὀλίγους αὐτῷ ἐπιβουλεύοντας εὑρὼν καὶ αὐτόχειρας μονονουχί; εἰ δὲ αὐτὸς ὑπὲρ ἑαυτοῦ τοσαύτῃ ἐχρήσατο φιλανθρωπίᾳ, οὐδ' ἡμᾶς ὑπὲρ αὐτοῦ δίκαιον θηρίων ἀγριωτέρους ὀφθῆναι, ἀλλ' ἀποστάντας τῶν τοιούτων λογισμῶν, ἡμερώτερα καὶ μετριώτερα βουλεύσασθαι περὶ τ' ἀνθρώπου. οἱ δ' ἔφασαν οὐ περιόψεσθαι ἑκόντες εἶναι εἰς πολέμους ἐμφυλίους καὶ στάσεις καὶ ταραχὰς τὰ πράγματα χωρήσοντα Ῥωμαίοις. αὐτοὶ γὰρ εἰδέναι ὁπόσα ἐλυμήνατο τοῖς πράγμασιν ὁ τῶν βασιλέων πρὸς ἀλλήλους πόλεμος. διὸ μάλιστα μὲν αὐτοῦ δεῖσθαι τὰ ὑφορμοῦντα κακὰ ἐκποδὼν ποιεῖν, καὶ μὴ τοὺς περὶ βασιλείας ἐρίζοντας ζῆν ἐᾷν. εἰ δὲ μὴ, τά τε δεύτερα, ἐκτυφλοῦν· ὡς ἂν μήτ' αὐτοὶ στερίσκωνται τοῦ ζῆν, μήτ' αὐτοῖς αἴτιοι γίνωνται πολλῶν κακῶν. Οἱ μὲν οὖν τοιαῦτα εἶπον· καὶ παρεσκευασμένοι 1.398 ἦσαν ὡς, εἰ μὴ πείθοιτο ὁ μέγας δομέστικος αὐτοῖς, καὶ ἄκοντος ἐν δεσμωτηρίῳ τὸν δεσπότην ἀποκτενοῦντες. ὃ δὴ καὶ αὐτὸς ἐκ τῶν λόγων συνορῶν καὶ βουλόμενος αὐτοὺς ἀποτρέψαι τῆς ὁρμῆς Τὸ μὲν ἀποκτιννύναι, εἶπεν, οὐδενὶ ἐξέσται τρόπῳ, οὐδὲ περιϊδεῖν ἂν αὐτὸς τὴν βασιλέως ψυχὴν φόνῳ συγγενικῷ δι' αὐτὸν καταχρανθεῖσαν. τὸ δὲ ἀποστερεῖν τῶν ὀφθαλμῶν, μάλιστα μὲν οὐδὲ αὐτῷ βούλεσθαι ἑκὼν εἶναι· ὡς ἂν δὲ μὴ ὑποψίαν παρέχῃ στάσεως καὶ ταραχῆς, σκεψαμένῳ τῆς νυκτὸς, ὅ, τι ἂν λυσιτελοίη τοῖς πράγμασι ποιήσειν εἰς τὴν ὑστεραίαν. Οἱ μὲν οὖν ἐπείθοντο τοῖς λόγοις, οἰόμενοι ἀπαλλάξεσθαι πραγμάτων, ἐὰν τῶν ὄψεων ὁ δεσπότης ἀποστερηθῇ. αὐτὸς δὲ νυκτὸς τρισὶ τῶν πιστοτάτων οἰκετῶν, τὸν δεσπότην ἐκέλευεν ἐκ τοῦ δεσμωτηρίου λαβόντας, ἐν μυχοῖς κατακρύψαι γῆς ἀσφαλέστατα εἰς ὅσον μάλιστα ἂν ἐξῇ· κατὰ δὲ τὸν παραῤῥέοντα ποταμὸν, ὃς Ἄδρα καλεῖται, ἀκάτιον ἀνατρέψαι, φήμην δὲ κρύφα διαδοῦναι, πρῶτα μὲν ὡς διαδράσειε τοῦ δεσμωτηρίου ὁ δεσπότης, ἔπειτα δὲ ὡς ἀποπνιγείη κατὰ τὸν ποταμόν. οἱ μὲν οὖν ἐποίουν κατὰ τὰ κεκελευσμένα· καὶ ὁ δεσπότης ἐκέκρυπτο ἐν ἀδύτοις γῆς. ἅμα δὲ πρωῒ τοῦ ὄρθρου φήμη διεδόθη, ὡς διαδράσειε τοῦ δεσμωτηρίου ὁ δεσπότης· καὶ πάντες ἦσαν ἐν θορύβῳ καὶ ταραχῇ, οἰόμενοι ἤδη τὰ πράγματα εἰς στάσιν χωρεῖν. ἐπεὶ δὲ ἐπύθοντο περὶ τοῦ ἀνατετραμμένου ἀκατίου 1.399 κατὰ τὸν ποταμὸν, λογισάμενοι αὐτὸν ἐκ προνοίας ἀποπεπνῖχθαι, κατεστέλλοντό τε θορυβοῦντες καὶ οὐκέτι περὶ στάσεως προσδοκίαν οὐδεμίαν εἶχον. ὁ δεσπότης μὲν οὖν οὕτω διέφυγε τὸ ἀποθανεῖν πρὸς τῷ μηδὲ τῶν ὄψεων ἀποστερηθῆναι· Λάσκαριν δὲ τὸν Καλαμάνον ὁ μέγας δομέστικος εἰς Βυζάντιον πέμψας πρωτοστράτορι ἐπιτροπεύοντι αὐτοῦ τὰ περὶ βασιλέως ἐδήλου· ἐκέλευέ τε αὐτόν τε ὀμνύειν τὸν προειρημένον ὅρκον, καὶ τοῖς ἄλλοις ἐπιτρέπειν τῶν συγκλητικῶν καὶ τοῖς δυνατοῖς τῶν Βυζαντίων· καὶ ὃς μελλήσας μηδὲν, ἐποίει τὰ προστεταγμένα. ιʹ. Ἀνδρόνικος δὲ ὁ πρεσβύτερος βασιλεὺς πυθόμενος περὶ βασιλέως τοῦ ἐγγόνου, ὡς νοσήματι ὀξεῖ κατασχεθεὶς προσδόκιμός ἐστιν ἀποθανεῖν, ὁρῶν δὲ καὶ τοὺς τελουμένους ὅρκους, οὓς ἐπὶ βασιλέως ᾔδει γινομένους τελευτῇ, δείσας μὴ τελευτήσαντος αὐτοῦ